ἀλλ’ εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες, καὶ οἱ τῶν παρόντων ὑπερορῶντες ἁπάντων, καὶ τὸ σῶμα σταυρώσαντες, δυνηθῆναι τὸν αὐτὸν αὐτῇ δρόμον ἀράμενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς Ἁγίας, καὶ τῶν αὐτῆς Παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος Ἐλεαζάρου τοῦ μεγάλου καὶ γενναίου γέροντος καὶ ψυχὴν ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου.
Δυνησόμεθα δὲ, ἂν μετὰ τῶν ἁγίων αὐτῶν εὐχῶν καὶ τὰ παρ’ ἑαυτῶν πάντα εἰσφέρωμεν, πρὸ τῶν πολέμων καὶ τῶν δεινῶν ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν ὑμῖν κρατοῦντες παθῶν, τὰ ἄτακτα τῆς σαρκὸς περικόπτοντες σκιρτήματα, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες τὸ σῶμα. Οὕτω γὰρ ἄν τε ἐν εἰρήνῃ διάγωμεν, λαμπροὺς ἕξωμεν τῶν γυμνασίων τοὺς στεφάνους· ἄν τε τὸν αὐτὸν ἡμῖν ἀγῶνα ἀνύσαι δοκῇ τῷ φιλανθρώπῳ Θεῷ παρασκευασάμενοι πρὸς τὰ παλαίσματα ἥξομεν, καὶ τῶν οὐρανίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ Ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.