Οὐχ οὕτως ἐτηγανίζοντο ἐκεῖνοι ἐπὶ τοῦ πυρὸς κείμενοι, ὡς ἐτηγανίζετο αὕτη διὰ τὴν φιλοστοργίαν· ἀλλ’ ἐκράτει διὰ τὴν εὐσέβειαν, καὶ φύσις ἐμάχετο χάριτι, καὶ ἡ νίκη τῆς χάριτος ἦν· εὐσέβεια ὠδίνων περιεγένετο, καὶ πῦρ ἐκράτει πυρός, τὸ πνευματικὸν τοῦ φυσικοῦ καὶ παρὰ τῆς ὠμότητος τοῦ τυράννου καυθέντος.
Καὶ καθάπερ θαλαττία πέτρα δεχομένη κυμάτων προσβολὰς αὐτὴ μὲν ἀκίνητος μένει, ἐκεῖνα δὲ εἰς ἀφρὸν διαλύουσα ἀφανίζει ῥᾳδίως, οὕτω δὴ καὶ ἡ καρδία τῆς γυναικὸς ἐκείνης, ὥσπερ τις θαλαττία πέτρα κύματα δεχομένη τὰς προσβολὰς τῶν ὀδυνῶν, αὐτὴ μὲν ἀκίνητος ἔμενε, τὰς δὲ προσβολὰς ἐκείνας στεῤῥῷ καὶ φιλοσοφίας γέμοντι διέλυε λογισμῷ· ἐφιλοτιμεῖτο δεῖξαι τῷ τυράννῳ ὅτι ὄντως μήτηρ αὐτῶν ἐστιν, ὄντως ἐκεῖνοι γνήσιοι παῖδες αὐτῆς, οὐ διὰ τὴν συγγένειαν τῆς φύσεως, ἀλλὰ διὰ τὴν κοινωνίαν τῆς ἀρετῆς· οὐκ ἐνόμιζεν ὁρᾶν κολαστικὸν πῦρ, ἀλλὰ γαμήλιον λαμπάδα.
Οὐχ οὕτω μήτηρ κοσμοῦσα παῖδας εἰς γάμον εὐφραίνεται, ὡς ἐκείνη κολαζομένους βλέπουσα ἔχαιρε· καὶ καθάπερ τὸν μὲν στολῇ περιβάλλουσα νυμφικῇ, τῷ δὲ στεφάνους πλέκουσα, τῷ δὲ παστάδας ἱστᾶσα γαμηλίους, οὕτω τὸν μὲν ἐπὶ τοὺς λέβητας, τὸν δὲ ἐπὶ τὰ τήγανα τρέχοντα, τὸν δὲ τὴν κεφαλὴν ἀποτεμνόμενον ὁρῶσα ἠγάλλετο. Καὶ ἦν πάντα καπνοῦ καὶ κνίσσης μεστά, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τὴν πεῖραν ἐδέχετο τῶν παίδων, διὰ τῶν ὀφθαλμῶν ὁρῶσα, διὰ τῆς ἀκοῆς τῶν φιλτάτων ἀκούουσα ῥημάτων, αὐτῇ τῇ ῥινὶ τὸν καπνὸν δεχομένη τῶν σαρκῶν τὸν ἡδὺν ἐκεῖνον καὶ ἀηδῆ· ἀηδῆ μὲν τοῖς ἀπίστοις, τῷ Θεῷ δὲ καὶ αὐτῇ, πάντων ἥδιστον· τὸν καπνὸν ἐκεῖνον ὃς τὸν μὲν ἀέρα ἐθόλωσε, τὴν δὲ διάνοιαν τῆς γυναικὸς οὐκ ἐθόλωσεν· εἱστήκει γὰρ ἀκλινὴς καὶ ἀπερίτρεπτος ἐγκαρτεροῦσα πᾶσι τοῖς γινομένοις. Ἀλλ’ ὥρα λοιπὸν καταπαῦσαι τὸν λόγον, ὥστε πλειόνων αὐτοὺς ἀπολαῦσαι τῶν ἐγκωμίων παρὰ τῷ κοινῷ διδασκάλῳ.
Ταύτην μιμείσθωσαν πατέρες, ζηλούτωσαν μητέρες, καὶ γυναῖκες καὶ ἄνδρες ἐν παρθενίᾳ ζῶντες, καὶ σάκκους περιβεβλημένοι, καὶ κλοιὰ περικείμενοι· ὅπου γὰρ ἂν ἀφικώμεθα σκληραγωγίας τε καὶ φιλοσοφίας, προφθάνει τὴν καρτερίαν ἡμῶν τῆς γυναικὸς ἡ φιλοσοφία. Μηδεὶς τοίνυν τῶν εἰς ἄκρον ἐληλακότων ἀνδρείας καὶ καρτερίας ἀνάξιον εἶναι νομιζέτω τὴν γυναῖκα τὴν γεγηρακυῖαν διδάσκαλον ἔχειν·