Διὰ τοῦτο οὐκ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας· ἐφοβεῖτο γὰρ τὴν φειδὼ τοῦ τυράννου, μή ποτε αὐτὸν κατελεήσας ἐξαρπάσῃ τῆς κοινωνίας τῶν ἀδελφῶν διὰ τοῦτο προλαβὼν ἑαυτὸν ἐξήρπασε τῆς φιλανθρωπίας τῆς ἀνημέρου. Καὶ γὰρ πολλὰ ἦν ἱκανὰ ἐπικάμψαι τὸν τύραννον, τῆς ἡλικίας τὸ νέον, τῶν ἀδελφῶν τῶν τοσούτων ἡ τιμωρία ἡ καὶ θηρίον ἱκανὴ κορέσαι (ἀλλ’ ἐκεῖνος οὐκ ἐκορέννυτο), ἡ πολιὰ τῆς μητρός, τὸ μηδὲν αὐτῷ γενέσθαι πλέον ἀπὸ τῆς κολάσεως τῶν προλαβόντων.
Ταῦτα πάντα ἐννοήσας ὁ νεανίας ἐνέβαλεν ἑαυτὸν εἰς τιμωρίαν, ἀφ’ ἧς διαφυγεῖν οὐκ ἐνῆν, καὶ ὡς εἰς πηγὴν ναμάτων ψυχρῶν, οὕτως εἰς τοὺς λέβητας ἐκυβίστα, λουτρὸν αὐτοὺς θεῖον καὶ βάπτισμα νομίζων. Καθάπερ γὰρ ἄνθρωποι φλεγόμενοι εἰς εὔριπον ψυχρῶν ὑδάτων ἑαυτοὺς ἀφιᾶσιν, οὕτως ἐκεῖνος ἐκκαιόμενος τῇ τῶν ἀδελφῶν ἐπιθυμίᾳ πρὸς τὴν τιμωρίαν ἐκείνην ἀφῆκεν ἑαυτόν.
Προσήγαγε δὲ καὶ ἡ μήτηρ παράκλησιν, οὐκ ἐπειδὴ παρακλήσεως ἐκεῖνος ἐδεῖτο, ἀλλ’ ἵνα μάθῃς πάλιν τὸ στεῤῥον τῆς γυναικός· ἐπ’ οὐδενὶ γὰρ τῶν ἑπτὰ παίδων ἔπαθε τὰ μητέρων, μᾶλλον δὲ ἐφ’ ἑκάστῳ τὰ μητέρων ἔπαθεν· οὐ γὰρ εἶπε πρὸς ἑαυτήν, τί ποτε τοῦτό ἐστιν; ἀνήρπασταί μοι τῶν παίδων ὁ χορός· οὗτος ὑπολέλειπται μόνος· ἐν τούτῳ μοι κινδυνεύει τὰ τῆς ἀπαιδίας· τίς με γηροκομήσει λοιπόν, ἂν οὗτος ἀπέλθῃ; οὐ γὰρ ἤρκει μοι τοὺς ἡμίσεις παραστῆσαι, εἰ δὲ μὴ τοὺς ἡμίσεις, τὰς δύο μοίρας; ἀλλὰ καὶ τὸν ὑπολελειμμένον μοι μόνον εἰς παραμυθίαν τοῦ γήρως, καὶ αὐτὸν ἐπιδώσω πάλιν;
Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἀνενόησεν, ἀλλὰ καθάπερ χερσὶ τῇ παρακλήσει τῶν λόγων ἐπάρασα ἐνέβαλεν εἰς τὸν λέβητα τον υἱόν, δοξάζουσα τὸν Θεόν, ὅτι ὅλον αὐτῆς τὸν καρπὸν τῆς γαστρὸς ἐδέξατο, καὶ οὐδένα ἀπεδοκίμασεν, ἀλλ’ ὁλόκληρον τὸ δένδρον ἐτρύγησεν· ὥστε θαῤῥῶν ἂν εἴποιμι, ὅτι μείζονα αὕτη τῶν παίδων ἔπαθεν. Ἐκείνοις μὲν γὰρ τὸ πολὺ τῆς ὀδύνης καὶ ἡ λιποψυχία λοιπὸν ὑπετέμνετο, αὕτη δὲ ἀκεραίᾳ διανοίᾳ καὶ ἀκραιφνεῖ γνώμῃ τρανοτέραν ἐλάμβανε τῶν γινομένων τὴν αἴσθησιν διὰ τὴν φύσιν.
Καὶ ἦν ἰδεῖν τριπλοῦν πῦρ, ὅπερ ἔκαυσεν ὁ τύραννος ἐκεῖνος, ὅπερ ἀνέφλεξεν ἡ φύσις, ὅπερ ἐξῆψε τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ τοιαύτην ἀνῆψε κάμινον ὁ Βαβυλώνιος τύραννος ἐκεῖνος, οἵαν ἀνῆψε τῇ μητρὶ κάμινον ὁ τύραννος οὗτος· ἐκεῖ μὲν γὰρ ἡ τροφὴ τοῦ πυρὸς νάφθα καὶ πίσσα καὶ στύππιον καὶ κληματὶς ἦν· ἐνταῦθα δὲ φύσις, ὠδῖνες, φιλοστοργία, παίδων συμφωνία.