Τίνα οὖν βούλεσθε τῶν ἑπτὰ ἀπολάβωμεν ἀθλητῶν; Ἄρα τὸν πρῶτον, ἢ τὸν δεύτερον, ἢ τὸν τρίτον, ἢ τὸν ἔσχατον; Μᾶλλον δὲ οὐδεὶς ἐν αὐτοῖς ἔσχατος· χορὸς γάρ ἐστι, χοροῦ δὲ οὔτε ἀρχή, οὔτε τέλος φαίνεται· ἀλλ’ ἵνα γνωριμώτερον ποιήσωμεν τὸν ἐπαινούμενον, τὸν ἔσχατον τῇ ἡλικίᾳ λέγομεν. Ἀδελφὰ γὰρ τὰ παλαίσματα, καὶ συγγενῆ τὰ κατορθώματα· ἔνθα δὲ ἡ συγγένεια κατορθωμάτων, οὐκ ἔστι πρῶτος καὶ δεύτερος. Ἀπολάβωμεν οὖν ἔσχατον τῇ ἡλικίᾳ καὶ ὁμήλικα τῷ φρονήματι, οὐ τοῖς ἀδελφοῖς ὁμήλικα μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ γέροντι. Οὗτος μόνος τῶν ἀδελφῶν λελυμένος ἤγετο πρὸς τὰ βασανιστήρια· οὐ γὰρ ἀνέμεινε τὰς τῶν δημίων χεῖρας, ἀλλὰ προέλαβε τῇ οἰκείᾳ προθυμίᾳ τὴν ἐκείνων ὠμότητα, καὶ λελυμένος ἤγετο. Καὶ τῶν μὲν ἀδελφῶν οὐδένα εἶχε θεατήν· πάντες γὰρ ἦσαν τελειωθέντες· εἶχε δὲ σεμνότερον τῶν ἀδελφῶν θέατρον τοὺς τῆς μητρὸς ὀφθαλμούς.
Οὐκ ἔλεγον ὑμῖν, ὅτι καὶ μὴ σπουδαζόντων ἡμῶν ἐπεισελεύσεται καὶ ἡ μήτηρ πάντως; Ἰδοὺ τοίνυν εἰσήγαγεν αὐτὴν ἡ ἀκολουθία τοῦ λόγου. Τοῦτο δὲ τὸ θέατρον οὕτω σεμνὸν ἦν καὶ μέγα, ὥστε καὶ αὐτὸν τῶν Ἀγγέλων τὸν δῆμον, μᾶλλον δὲ καὶ τοὺς ἀδελφοὺς εἶχεν αὐτὸν θεωμένους, οὐκέτι ἀπὸ τῆς γῆς, ἀλλ’ ἐκ τῶν οὐρανῶν. Ἐστεφανωμένοι γὰρ ἐκάθηντο, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν οἱ δικασταί, οὐχὶ κρίνοντες τοῖς παλαίσμασιν, ἀλλὰ τὸν στεφανίτην ἐπειγόμενοι λαβεῖν.
Εἱστήκει τοίνυν λελυμένος καὶ φθεγγόμενος ρήματα φιλοσοφίας γέμοντα· ἐβούλετο μὲν γὰρ μεταστῆσαι τὸν τύραννον πρὸς τὴν οἰκείαν εὐσέβειαν· ὡς δὲ οὐκ ἴσχυσε, τὸ ἑαυτοῦ λοιπὸν ἐποίησεν, ἐξέδωκεν ἑαυτὸν τῇ τιμωρίᾳ, κἀκεῖνος μὲν ὤκτειρεν αὐτὸν τῆς ἡλικίας, οὗτος δὲ ἐδάκρυσεν αὐτὸν τῆς ἀσεβείας· οὐ γὰρ τὰ αὐτὰ βλέπει ὁ τύραννος καὶ ὁ Μάρτυς· ἀμφοτέροις μὲν γὰρ οἱ αὐτοὶ ὀφθαλμοί, ἀλλὰ τῆς σαρκός· οἱ δὲ τῆς πίστεως οὐκέτι οἱ αὐτοί· ἀλλ’ ἐκεῖνος μὲν ἔβλεπε τὴν παροῦσαν ζωήν, οὗτος δὲ ἔβλεπε τὴν μέλλουσαν, πρὸς ἣν ἔμελλεν ἀναπτήσεσθαι· καὶ ὁ μὲν τύραννος ἑώρα τήγανα, ὁ δὲ Μάρτυς ἑώρα τὴν γέενναν, εἰς ἥν ἔμελλεν ἑαυτὸν ἐμβαλεῖν ὁ τύραννος.
Εἰ δὲ τὸν Ἰσαὰκ θαυμάζομεν, ὅτι δεθεὶς ὑπὸ τοῦ πατρὸς καὶ συμποδισθείς, οὐκ ἐξήλατο τοῦ βωμοῦ, οὐδὲ ἐσκίρτησεν ὁρῶν μάχαιραν ἐπαγομένην, πολλῷ μᾶλλον τοῦτον θαυμάζειν χρή, ὅτι οὐκ ἐδέθη, οὐδὲ τῆς ἀπὸ τῶν δεσμῶν ἀνάγκης χρείαν ἔσχεν, οὐδὲ ἀνέμεινε τὰς χεῖρας τῶν δημίων, ἀλλ’ αὐτὸς ἑαυτῷ καὶ θῦμα καὶ Ἱερεὺς καὶ θυσιαστήριον γέγονε· περισκοπήσας γὰρ κύκλῳ καὶ ἰδὼν οὐδένα τῶν ἀδελφῶν παρόντα ἐθορυβήθη, ἠπείχθη σπεῦσαι καὶ καταλαβεῖν, ὥστε μὴ ἀποσχισθῆναι τοῦ καλοῦ τούτου χοροῦ.