Λόγος Πανηγυρικὸς εἰς τὸν Ἅγιον Νεομάρτυρα ΤΡΙΑΝΤΑΦΥΛΛΟΝ.

ΜΑΡΤΥΡΙΚΗΝ ΕΟΡΤΗΝ ἑορτάζομεν σήμερον, ἀδελφοί, καὶ πᾶσα ψυχὴ εὐσεβὴς καὶ φιλομάρτυς χαίρει πνευματικῶς καὶ σκιρτᾷ. Νέου Μάρτυρος μνήμη ἐν τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἀνέτειλεν ὑπὲρ τὰς ἡλιακὰς αὐγάς, καὶ πάντα τῶν Ὀρθοδόξων Χριστιανῶν τὰ πληρώματα καταυγάζει ταῖς μυστικαῖς ἀκτῖσι τῶν ἀγώνων αὐτοῦ, καὶ φωτὸς νοητοῦ πληροῖ τὰς καρδίας καὶ τὰ πρόσωπα ἡμῶν, καὶ πρὸς δόξαν καὶ αἶνον τοῦ ἀθλοθέτου Χριστοῦ, τοῦ δοξαζομένου ἐν τοῖς Ἁγίοις αὐτοῦ, διεγείρει πάντας ἡμᾶς· διότι δόξα Χριστοῦ ἀνεδείχθησαν οἱ Μάρτυρες ὡς δοξάσαντες τὸ Ἅγιον αὐτοῦ ὄνομα καὶ ὑπὲρ πᾶν ὄνομα, ἡ δὲ ἁγία αὐτῶν μνήμη χαρᾶς ἡμῖν πνευματικῆς ὑπόθεσις, καὶ εὐφροσύνης θείας πρόξενος γίνεται, τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ ἑορτάζουσι, κατὰ τὴν φωνήν: «Ἐγκωμιαζομένου δικαίου εὐφρανθήσονται λαοί».

Τοῦτο βλέπομεν καὶ σήμερον πληρούμενον ἐν τῇ πανσέπτῳ μνήμῃ καὶ ἑορτῇ τοῦ νέου τοῦ Χριστοῦ ἀριστέως καὶ καλλινίκου Μάρτυρος, τοῦ ὁποίου τοὺς ἀγῶνας καί ἄθλους γεραίρομεν, καὶ τὴν νίκην καὶ τὰ ἔπαθλα θαυμάζομεν, καὶ τὸν δοξάσαντα καὶ θαυμαστώσαντα τοῦτον Κύριον δοξάζομεν· «τοὺς δοξάζοντάς με δοξάσω» λέγει Κύριος. Ἀλλὰ ποῖος οὗτος ὁ νέος τοῦ Χριστοῦ ἀθλοφόρος, ὁ δοξάσας τὸν Κύριον, καὶ παρ’ αὐτοῦ θαυμαστῶς δοξασθείς; ὁ βαστάσας τὰ στίγματα τοῦ Σωτῆρος καὶ ἀγῶνας ἀθλητικοὺς ἀκολουθήσας ὡς ἀρνίον ἄκακον τῷ μεγάλῳ ποιμένι, «τῷ τυθέντι ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας;» ὁ ἀρτίως ὡς ἀστὴρ ἑωθινὸς ἀνατείλας τῇ ἁγίᾳ καὶ ὀρθοδόξῳ τοῦ Χριστοῦ Ἐκκλησίᾳ καὶ πάντας καταυγάσας τοῖς ὑπὲρ τοῖς εὐσεβείας ἀγῶσιν αὐτοῦ καὶ θείοις σκάμμασι;

Τριαντάφυλλος οὗτος εἶναι, ὁ ἐν ἀκμῇ τῆς ἡλικίας γηραιὸν ἐπιδειξάμενος φρόνημα καὶ τὸν ἀρχέκακον ἐχθρὸν καὶ πολέμιον δράκοντα, ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος καταβαλών. Τριαντάφυλλος τὸ ἡδύπνευστον καὶ ἀμάραντον ρόδον τῆς εὐσεβείας, τὸ ὁποῖον κατευωδίασε τὰς ψυχὰς ἡμῶν διὰ τῆς μυστικῆς εὐωδίας τοῦ ἁγίου Πνεύματος, ἀθλήσας νομίμως ὑπὲρ Κυρίου. Τριαντάφυλλος τὸ εὐωδέστατον ἄνθος τῆς ἀφθαρσίας καὶ πάλλευκον κρίνον τοῦ οὐρανίου λειμῶνος, τὸ διαπνέον ἡμῖν τὴν ὀσμὴν τῆς θείας καὶ Ὀρθοδόξου Πίστεως.