Λόγος Πανηγυρικὸς εἰς τὸν Ἅγιον Νεομάρτυρα ΤΡΙΑΝΤΑΦΥΛΛΟΝ.

Τριαντάφυλλος, ὁ τῶν πάλαι Μαρτύρων ἐφάμιλλος καὶ ἰσοστάσιος καὶ τῶν κλεινῶν Νεομαρτύρων τὸ θεῖον ἀγλάϊσμα· ὁ τῆς εὐσεβείας δοξάσας δι’ ἀθλητικῶν σκαμμάτων τὸ μέγα μυστήριον καὶ τῆς ἀσεβείας καταβροντήσας καὶ ταπεινώσας τὴν ἔπαρσιν· ὁ τὴν καλὴν τῆς ἁγίας ἡμῶν Πίστεως ὁμολογίαν ἐναντίον ἡγεμόνων ἀσεβῶν ὁμολογήσας, καὶ τῆς πλάνης τὰς σοφιστείας τῇ ἄνωθεν σοφίᾳ καὶ τῷ λόγῳ τῆς χάριτος καταισχύνας· ὁ ἐν ἀνδρείᾳ ψυχῆς τὸν ἱερὸν ἀγῶνα ἀναδεξάμενος καὶ τοῦτον νομίμως διανύσας καὶ τῆς νίκης τὸν ἄφθαρτον στέφανον παρὰ Κυρίου λαβών.

Τριαντάφυλλος, τὸ γλυκύκαρπον κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, τὸ καρποφορῆσαν ἡμῖν τοῦ μαρτυρίου τοὺς ψυχοτρόφους βότρυας· Τριαντάφυλλος, τῶν Ὀρθοδόξων τὸ καύχημα καὶ ἡδύτατον ἄκουσμα καὶ θεῖον ἐντρύφημα. Τριαντάφυλλος, τῶν Ζαγοραίων τὸ ἔξοχον σεμνολόγημα, καὶ περιφανὲς ὡράϊσμα· ὁ λαμπρὸς στρατιώτης τῆς παρατάξεως τοῦ Κυρίου, ὁ ἐν ἐσχάτοις καιροῖς μαρτυρικῶς ἀνδραγαθήσας καὶ πληρώσας ἡμᾶς εὐφροσύνης καὶ ἀγαλλιάσεως, τῇ ἁγίᾳ καὶ νικηφόρῳ αὐτοῦ ἀθλήσει.

Οὗτος ἡμᾶς, ἀδελφοί, ὁ καλλίνικος ἀριστεὺς συγκαλεῖ σήμερον πρὸς ἑορτὴν ἁγίαν καὶ πνευματικὴν φαιδρότητα καὶ μυσταγωγίαν οὐράνιον. Προσέλθωμεν πάντες ἐν καθαρᾷ καρδίᾳ καὶ φαιδρῷ προσώπῳ ὅπως, ἑορτάζοντες τὴν ἁγίαν αὐτοῦ πανήγυριν, θαυμάσωμεν τὴν ψυχικὴν αὐτοῦ φρόνησιν, τὴν ἀνδρείαν τοῦ φρονήματος, τὸ ἀκατάπληκτον τῆς καρδίας καὶ τὰς λοιπὰς ἀθλητικὰς αὐτοῦ ἀρετὰς καὶ ἀγῶνας, διὰ τῶν ὁποίων ἐδόξασε τῆς δόξης τὸν Κύριον. Οὐδόλως ἐφείσθη ὁ μακάριος τῆς νεανικῆς αὐτοῦ ἀκμῆς καὶ ἡλικίας, οὐδὲ εἰς τὰ προτεινόμενα παρὰ τῶν ἀπίστων θελκτικὰ ἀγαθὰ καὶ πλουσίας δωρεὰς ἐθέλχθη τὸ παράπαν, ἀλλ’ οὔτε τῶν τιμωριῶν καὶ βασάνων τὴν δριμύτητα, καὶ αὐτὸν τὸν ἐπώδυνον θάνατον ἐπτοήθη, ἀλλὰ κάτοχος γενόμενος τῆς θείας ἀγάπης, καὶ ἔνδον ἐν τῇ ψυχῇ αὐτοῦ φέρων τὸ θεῖον καὶ ἄϋλον πῦρ, ὅπερ ἦλθε βαλεῖν ὁ Χριστὸς ἐπὶ τῆς γῆς, πάντων ἐδείχθη ἀνώτερος καὶ πάντα ὡς φθαρτὰ καὶ παρερχόμενα, σκύβαλα κατὰ Παῦλον, ἐλογίσατο, ἵνα Χριστὸν κερδήσῃ, τῶν ἐφετῶν τὸ ἀκρότατον, τὸν ὁποῖον καὶ ἐκέρδησεν ἀπαρνησάμενος κόσμον καὶ ἑαυτόν, καὶ θανατωθεὶς ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου προθυμότατα. Διὰ τοῦτο καὶ ἐπαξίως ἐδοξάσθη καὶ τοῦ ξύλου τῆς ζωῆς τὸν καρπὸν ἐτρύγησε, κληρονόμος μὲν Θεοῦ καὶ συγκληρονόμος Χριστοῦ γενόμενος.