Ἀνεσκίρτησεν ἐκ τῆς χαρᾶς, ἀκούσας τὴν ἀπόφασιν τοῦ θανάτου ὁ Μάρτυς, καὶ ἐξεχύθη εἰς το πρόσωπον αὐτοῦ ἡ ἐν τῷ βάθει τῆς καρδίας του κεκρυμμένη χάρις καὶ λαμπρότης τοῦ Ἁγίου Πνεύματος, καὶ ἐφαίνετο ὅλος ἔνθεος καὶ λαμπρός, ἐκπλήττων τοὺς ὁρῶντας, ἀγόμενος εἰς τὸν τόπον τοῦ θανάτου, τρέχων ὡς ἡ διψῶσα ἔλαφος εἰς τὰς πηγὰς τῶν ὑδάτων, ἵνα τάχιον ἀναλύσῃ καὶ σὺν Χριστῷ ᾖ, καὶ οὕτω χαίρων καὶ ἀγαλλόμενος ἀπετμήθη τὴν μακαρίαν αὐτοῦ κεφαλήν.
Ἐχάρησαν, χαρὰν μεγάλην σφόδρα ἐπὶ τῇ νίκῃ τοῦ Νεομάρτυρος οἱ τροπαιοφόροι τῶν Ἁγίων Μαρτύρων δῆμοι, καὶ πᾶσα ἡ ἐν οὐρανοῖς θριαμβεύουσα τῶν πρωτοτόκων Ἐκκλησία, καὶ ἐν ἀγαλλιάσει προχυθέντες ἐκ τῶν οὐρανίων καὶ ἀΰλων αὐτῶν σκηνωμάτων ὑπεδέγθησαν χαρμοσύνως τὴν ἁγίαν καὶ φωτοειδῆ τοῦ Μάρτυρος ψυχήν, ἀνερχομένην λαμπαδηφόρον καὶ λάμπουσαν ὑπὲρ ἥλιον ἐκ τῶν μαρτυρικῶν στιγμάτων, καὶ Δαβιτικῶς εἰπεῖν, ὡς νύμφην «ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην». Ὁ δὲ ἀθλοθέτης καὶ στεφοδότης καὶ μεγαλόδωρος Κύριος, ὑπὲρ οὗ προθύμως ἠγωνίσατο τὸν ἀθλητικὸν ἀγῶνα, μεγαλοπρεπῶς ἐστεφάνωσεν αὐτὴν καὶ θαυμαστῶς ἐδόξασε, καὶ τῶν πάλαι Μαρτύρων ἰσότιμον καὶ ἰσοστάσιον ἀνέδειξεν ὡς ἀψευδῶς ἐπηγγείλατο ὅτι «τοὺς δοξάζοντάς με δοξάσω».
Τὸ δὲ ἅγιον καὶ μαρτυρικὸν αὐτοῦ αἷμα, τὸ ὁποῖον ἐχύθη ἐν τῷ ἱπποδρόμῳ τῆς βασιλίδος τῶν πόλεων, ἔνθα ἀπετμήθη τὴν κεφαλήν, πλουσίως ἐπότισε τῆς Ἐκκλησίας τὰς αὔλακας, ἐν καιρῷ νοητοῦ αὐχμοῦ καὶ πικρᾶς δουλείας, καὶ ὡς δρόσος οὐράνιος, ἴαμα, κατὰ τὸν Ἠσαΐαν, ἐγένετο εἰς ψυχὰς φλογιζομένας ὑπὸ τῶν παθῶν καὶ λιποθυμούσας καθ’ ἑκάστην ὑπὸ τῆς ἀπειλῆς καὶ βίας τῆς τυραννικῆς καταδυναστείας. Οὗτος ὁ θρίαμβος τῆς Ὀρθοδόξου καὶ ἁγίας ἡμῶν πίστεως, ἡ περιφανὴς καὶ μεγάλη νίκη, τὴν ὁποίαν κατήγαγον κατὰ τῶν δυνάμεων τοῦ σκότους οἱ καλλίνικοι τοῦ Χριστοῦ Μάρτυρες πάλαι τε καὶ νῦν, ἀγαπήσαντες τὸν Κύριον ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης ἰσχύος καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἀγωνισάμενοι καλῶς τὸν κάλλιστον ἀγῶνα.
Οὗτοι ἀνεδείχθησαν τῆς Ἐκκλησίας βάσις καὶ θεμέλιον, τῶν Ὀρθοδόξων καύχημα καὶ στήριγμα, τῶν ἀσθενούντων ἰατροὶ σωτήριοι, τῶν κινδυνευόντων μέγιστοι καὶ ἑτοιμότατοι ρῦσται καὶ ἀντιλήπτορες, τῶν ἰαμάτων πηγαί, τῶν θαυμάτων ποταμοὶ ἀέναοι, καὶ πάσης ψυχῆς θλιβομένης καὶ καταπονουμένης βοηθοὶ καὶ παρήγοροι συμπαθέστατοι, καὶ γενικῶς παντὸς τοῦ κόσμου δόξα καὶ χαρὰ καὶ ἐντρύφημα, καὶ πρεσβευταὶ καὶ μεσῖται πρὸς Χριστὸν θερμότατοι.