Λόγος Πανηγυρικὸς εἰς τὸν Ἅγιον Νεομάρτυρα ΤΡΙΑΝΤΑΦΥΛΛΟΝ.

Σὺ δέ, Νεομάρτυρα Τριαντάφυλλε, ἐξαιρέτως ἡμῶν τῶν συμπολιτῶν σου θεῖον σεμνολόγημα καὶ ἔξοχον ἀγλάϊσμα, φρουρὸς καὶ ἔφορος ἀκοίμητος καὶ προστάτης καὶ παραμυθία καὶ σκέπη καὶ φύλαξ καὶ πύργος ἰσχύος καὶ πᾶν καλὸν μετὰ Θεὸν καὶ σωτήριον, καὶ ἐν σοὶ καυχώμεθα καὶ τὴν ἄθλησίν σου τὴν ἁγίαν γεραίρομεν, πανηγυρίζοντες τὴν λαμπρὰν καὶ ἐτήσιον μνήμην σου, φύλαττε, δεόμεθα, καὶ σκέπε πάντοτε ἐκ πάσης περιστάσεως τὴν ἐνεγκαμένην σε πατρίδα, καὶ πᾶσαν πόλιν καὶ χώραν τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, προΐστασο δέ, Ἅγιε, πάντων τῶν προστρεχόντων καὶ ἐπικαλουμένων τὴν ἀθλητικήν σου χάριν καὶ πρέσβευε διηνεκῶς πρὸς Κύριον, ἵνα ἀξιώσῃ ἡμᾶς ἐν μὲν τῷ παρόντι βίῳ εἰλικρινοῦς καὶ ἀκαταγνώστου καὶ καθαρᾶς μετανοίας, μετὰ δὲ τὴν ἐντεῦθεν ἐκδημίαν τῆς οὐρανίου καὶ ἀϊδίου αὐτοῦ Βασιλείας, ἔνθα ἦχος ἑορταζόντων, καὶ πάντων τῶν ἀπ’ αἰῶνος εὐφραινομένων ἡ κατοικία. Ἀμήν.

                                                                                                                                            

ΕΠΙΣΤΡΟΦΗ