ΕΙΚΟΤΩΣ καὶ σήμερον τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, ἡ τῶν ἁλιέων αὕτη πεπλήρωται σαγήνη, αὐτοκελεύστων ἐν αὐτῇ τῶν λογικῶν ἡμῶν εἰσπηδώντων ἰχθύων· ὁ γὰρ λόγος τοῦ Λόγου τοὺς ἀγραμμάτους σοφίσας, καὶ γλώσσαις πυρίναις τοὺς βραδυγλώσσους στομώσας, τὰς τέχνας αὐτῶν μετέθηκεν ἐπὶ τὸ θειότερον λέγων· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· εἶπε, δεῦτε, ὀπίσω μου, καὶ πάντα πρὸς τὸ κρεῖττον εὐθὺς μετεβάλετο. Δώδεκα ἐπιλεχθέντες ἐτύγχανον οἱ ἀθληταί, καὶ τούτων οὐδεὶς οὐδαμῶς ἔμεινεν ἀστεφάνωτος· μία γὰρ χάρις τοῖς πᾶσι συνήθλει, καὶ τὰς ἑκάστου δίκας δοκιμωτέρας ἐδείκνυε· μόνος ὁ τάλας Ἰούδας τῆς τοιαύτης ἀγκύρας ἑαυτὸν ἀπεσχοίνισε, φιλήματι τοῖς λύκοις ὑποδείξας τὸ πρόβατον καὶ τριάκοντα ἀργυρίοις πωλήσας τὸν Κύριον· τὸ γὰρ αἷμα τοῦ πωληθέντος τὸν κόσμον ἠγόρασεν.
Ἀλλ’ ὦ τῆς ὑμῶν Ἀπόστολοι μακαρίας καὶ λαμπρὰς δωδεκάδος! ὅτι τοῖς πᾶσι τὰ πάντα γεγόνατε χάριτι, οὐ καλάμῳ ἀλλὰ λόγῳ τὰς τῶν ἀνθρώπων ἀγέλας ἐμπύρως ζωγρήσαντες· ὑμεῖς γάρ ἐστε τῆς ὀρθοδοξίας στερρότατοι στῦλοι· τῆς Ἐκκλησίας θεμέλιοι, τῆς βασιλείας τὰ σκῆπτρα καὶ τοῦ ποιμνίου μάλιστα τούτου ἄγρυπνοι προστάται· τῆς νοσούσης ἀνθρωπότητος ἄμισθοι ἰατροί, καὶ τῆς ἡμῶν μετανοίας πρὸς Θεὸν ἀνάδοχοι συμπαθεῖς· ὡς γὰρ ἄκμονές τινες ἔμψυχοι τυγχάνοντες ἐν τῷ τύπτεσθαι, τοὺς τίπτοντας ἐχάλκευσαν πρὸς ἐπίγνωσιν.
Πέτρος, μαθητεύει τὴν Ρώμην. Παῦλος ἐκεῖθεν εὐαγγελίζεται τὸν κόσμον. Ἀνδρέας τῆς Ἑλλάδος τοὺς σοφοὺς διορθοῦται. Σίμων διδάσκει τὸν Θεὸν τοὺς βαρβάρους. Θωμᾶς διὰ βαπτίσματος λευκαίνει τοὺς Αἰθίοπας. Ἰάκωβος τὴν καθέδραν Ἰουδαίας τιμᾷ. Μάρκος τὸν θρόνον ἐν Ἀλεξανδρείᾳ τῇ παρὰ Νείλῳ ἀσπάζεται. Λουκᾶς καὶ Ματθαῖος γράφουσιν Εὐαγγέλια. Ἰωάννης ἐν Πάτμῳ θεολογῶν καὶ μετὰ τέλος ζῶν, ἐν μνήματι θεραπεύει τὴν Ἔφεσον. Βαρθολομαῖος παιδαγωγεῖ σωφρονῶν τοὺς Λυκάονας. Φίλιππος θαυματουργῶν, σῴζει τὴν Ἱεράπολιν· ἅπαντες ἁπανταχοῦ πάντας εὐεργετοῦντες οὐ παύονται· κόνιν ἀθάνατον ἐν τάφοις καταλιπόντες, νῦν μὲν θεραπευταί, μετ’ ὀλίγον δὲ δικασταὶ τοῦ κόσμου προκαθήμενοι· τούτῳ προσπελάσας χωλός, ἀρτίπους ἀνέλυεν· ἐκείνῳ παράλυτος, κλινοφορεῖν ἐκελεύετο· ἐκάλει νεκρούς, καὶ τούτους εὐθὺς ὑπακούοντας· ἕτερος δὲ σκιᾷ μόνῃ τὰς νόσους ἐδίωκεν· ἄλλου τὴν ἐπίκλησιν οἱ δαίμονες ἔφριττον, καὶ τὰ σουδάρια τούτων ἀπέσταζον ἴασιν· μαθηταὶ γὰρ, ὑπῆρχον ἐκείνου, οὗπερ τὸ κράσπεδον κλαπέν, τῇ τῆς αἱμορροούσης ἀφῇ, τὴν ἐρυθρὰν τῶν αἱμάτων ἐξήρανε θάλασσαν.