Ἐγκώμιον εἰς τοὺς Ἁγίους, ἐνδόξους καὶ πανευφήμους ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΟΥΣ, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΙΩΑΝΝΟΥ τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ.

ὁ κατὰ Βενιαμὶν τοῦ Ἰωσὴφ ἀδελφός, καὶ κατὰ τὴν Θέκλαν [1] τῶν παίδων πατὴρ καὶ διδάσκαλος ὁ πρὸ τῆς Δαμασκοῦ τυφλός, καὶ καθ’ ἑκάστην πόλιν τοῦ κηρύγματος ὀφθαλμός· ἐξ οὐρανοῦ κληθείς, καὶ εἰς οὐρανὸν ἁρπαγείς· ὁ θεωρήσας τὸν Παράδεισον πρὸ τῆς ἐντεῦθεν ἀφίξεως καὶ τὸν στέφανον τῆς νίκης ἔτι παλαίων λαβεῖν, καὶ πάλιν ὡς λέγει χρεωστούμενος.

Παῦλος ὁ ἐξ ἐσχάτων πρῶτος ὁ ἀπὸ ἐκτρώματος τέλειος ἀνήρ· ὁ καὶ διώκων ἡμᾶς, καὶ διωκόμενος γλυκύς· ὁ καὶ Ρωμαῖος καὶ Φαρισαῖος· καὶ πάντα τοῖς πᾶσιν διὰ πίστιν γινόμενος· Χριστὸς γὰρ ὁ εἰπὼν Πέτρῳ δεῖ σε παθεῖν, εἶπε καὶ περὶ Παύλου, ὅταν αὐτὸν ἔδει ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ παθεῖν· ἵνα ὁ μὲν σταυρούμενος, ὁ δὲ τὴν κεφαλὴν τεμνόμενος, πίστιν μίαν κηρύξαντες, ἕνα δρόμον τελέσαντες, εἰς ἕνα τάφον σκηνώσαντες, μάρτυρες ἀληθεῖς τῆς ἀναστάσεως ὦσι, τοῦ παθόντος καὶ ταφέντος καὶ ἀναστάντος, καὶ τὸν κόλπον τοῦ Πατρὸς φθάσαντος, ὅνπερ οὐδέποτε κατέλιπε.

Πρὸς οὓς αὐτὸς ὁ Δεσπότης προφητικῶς διαλέγεται· κυκλώσατε τὴν νέαν ταύτην Σιών, καὶ περιβάλετε αὐτήν, τοὐτέστι φυλάξατε· ταῖς εὐχαῖς ὀχυρώσατε· ἵνα, ὅταν εὐκαίρως ὀργίζωμαι καὶ σαλεύω τὴν σύμπασαν, βλέπω τὴν ὑμῶν ἀτελεύτητον ταφήν, καὶ ἅπερ ἑκουσίως δι’ ἐμὲ ὑπεμείνατε πάθη, καὶ προλαμβάνω τὴν ὑμῶν διὰ ταῦτα πρεσβείαν· ἱερωσύνην γὰρ καὶ βασιλείαν ὅταν ἴδω δακρύουσαν, εὐθὺς πρὸς οἶκτον ὡς συμπαθὴς ἐπικάμπτομαι, καὶ τῆς ἐμῆς ἐκείνης φωνῆς ἐπιμέμνημαι· ὑπερασπιῶ τῆς πόλεως ταύτης, διὰ Δαβὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἰσραὴλ τὸν ἅγιόν μου· οἵτινες ὡς ὑμεῖς ὁμονοήσαντες τῇ πίστει, καὶ τῇ στολῇ δείξαντες τῆς ψυχῆς τὴν ταπείνωσιν, πολλὰς μυριάδας προσήνεγκαν, ἐμὲ φορούσας, καὶ παρ’ ἐμοῦ τῷ κόσμῳ τὸν ἱλασμὸν αἰτούσας· εἶπον γὰρ αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε· αὐτῷ ἡ δόξα, σὺν τῷ ἀθανάτῳ Πατρί, καὶ τῷ Παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

                                                                                                                   

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] Πρόκειται περὶ τῆς Ἁγίας Πρωτομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης, ἥτις κατήγετο ἀπὸ ἐπιφανῆ οἰκογένειαν τοῦ Ἰκονίου. Αὕτη διδαχθεῖσα παρὰ τοῦ Ἀποστόλου Παύλου τὴν ἀληθῆ πίστιν, ἠρνήσατο τὰ ἐγκόσμια καὶ ἠκολούθησεν αὐτῷ καὶ πολλὰς βασάνους ὑπέστη διὰ τὸν Χριστόν. Ἡ μνήμη της ἐπιτελεῖται τὴν κδʹ (24ην) Σεπτεμβρίου, βλέπε ἐν τόμῳ Θʹ τοῦ «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».