Ἀλλ’ ἐγὼ πρὸς τοὺς κορυφαίους τῶν Ἀποστόλων ἐπάνειμι τῷ λόγῳ καὶ τῶν προφητικῶν ἐκείνων ἐπιμέμνημαι φωνῶν· ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἐπὶ τὸ αὐτό; Ἡγείσθω τοίνυν τοῦ λόγου Πέτρος, ἐπειδὴ καὶ πρῶτος εἰς τὸν ἀμπελῶνα Κυρίου μεμίσθωται. Πέτρος, τῆς τοῦ καλοῦ ποιμένος ἀγέλης πρωτότοκον πρόβατον. Πέτρος, ὁ ἀπὸ λίμνης εἰς οὐρανοὺς ἀναβάς· ὁ τοὺς ναύτας ἀφείς, καὶ συλλαλεῖν ἀγγέλοις ἀξιωθείς· ὁ τὴν Ἐκκλησίαν παραλαβὼν εἰς κυβέρνησιν· ὁ κλειδοῦχος τῶν οὐρανῶν προκληθείς, καὶ τοῦ δεσμεῖν καὶ λύειν ἐξουσίαν δεξάμενος· ὁ πρὸς τὴν ἄρνησιν ταχύς, καὶ πρὸς τὴν πίστιν ἀνενδοίαστος, καὶ πρὸς πάντα τοῦ διδασκάλου συνήγορος θερμός, λέγων· «σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος»· ὁ συναποθνῄσκειν τῷ Δεσπότῃ προθέμενος, καὶ μέχρι τῆς αὐλῆς τοῦ Καϊάφα τῷ δεδεμένῳ λυτρωτῇ συνεισερχόμενος ὁ καὶ ἀρνούμενος συγγνωστός, καὶ μεταμελόμενος θαυμαστός· οὐδὲ γὰρ μέμψεως τοσοῦτον διὰ τὴν ἄρνησιν, ὅσον μακαρισμοῦ ἄξιος διὰ τὴν μετάνοιαν ἡμῖν γὰρ σφαλλόμενος ὠφέλιμος, ὅτι δακρύσας τὸ πταῖσμα κατέλυσε· καὶ πρὸς μικρὸν σαλευθείς, εἰς αἰῶνας τῶν πιστῶν εὑρέθη θεμέλιος.
Ἐὰν γὰρ ἐννοήσῃς, ἀγαπητέ, τὸν τότε καιρὸν δειλίας, οὐκ ἂν εὕρῃς πολὺ τὸν Πέτρον πρὸς μέμψιν ὑπεύθυνον ὁ γὰρ ἥλιος ἔφυγεν· ὁ οὐρανὸς ἐκρύπτετο, πέτραι διερρήγνυντο, οὐ δυνάμενα φέρειν τὴν ὕβριν τοῦ κτίσαντος· τότε ὁ Πέτρος ἔκλαυσε, τότε ὁ κορυφαῖος ἠρνήσατο, καὶ τὸν ἄλογον τῆς ἡμέρας ἄγγελον, ἔλεγχον εὗρε τῆς προρρηθείσης ἀρνήσεως· πρὶν γάρ φησιν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσει με τρίς· ἀλλ’ ὁ πρῶτος ἀρνησάμενος, πρῶτος ἐπὶ τὸν τάφον ἔδραμε· πρῶτος εἶδε τὸν ἀναστάντα ζωοδότην τῶν νεκρῶν, παρὰ Μαρίας μαθών, ὅπερ αὐτῷ οὐκ ἐθάρρησεν ὁ ἐπάνω τοῦ λίθου καθήμενος Ἄγγελος.
Ἀλλ’ ἂς ἔλθῃ μετ’ αὐτὸν εἰς μέσον Παῦλος ὁ πάνσοφος τῆς οἰκουμένης ρήτωρ· ὁ ἀπὸ λύκου ἀμνός· ὁ ἐξ ἀκανθῶν βότρυς· ὁ ἐκ ζιζανίων σῖτος ὁ ἀπὸ ἐχθρῶν φίλος· ὁ ἀπὸ Ἑβραίων πιστός· ὁ παρ’ ἐκείνοις μὲν Σαῦλος, ἐμπνέων ἀπειλῆς καὶ φόνου, παρ’ ἡμῖν δὲ δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς Ἀπόστολος· ὁ ἀπὸ βλασφήμων θεολόγος· ὁ ἀπὸ διωκτῶν Εὐαγγελιστής ὁ ἀπὸ πειρατῶν κυβερνήτης· ὁ ἀπὸ προδότου στρατιώτης· ὁ μετὰ Πέτρου σύσκηνος λαχὼν εἰς τάφον, καὶ μετ’ αὐτοῦ καὶ ταύτην μὴ παρὼν τὴν Συχέμ·