Ἐγκώμιον εἰς τοὺς Ἁγίους ἐνδόξους καὶ πανευφήμους ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΟΥΣ, ΝΙΚΗΤΑ ρὴτορος τοῦ Παφλαγόνος.

ΕΙΚΟΝΑ
Οἱ Ἅγιοι Ἀπόστολοι Ἀνδρέας ὁ Πρωτόκλητος καὶ
Ἰάκωβος ὁ τοῦ Ἀλφαίου. Ἀπὸ τὰ θαυμάσια ψηφιδωτὰ
τῆς Ἱ. Μονῆς τοῦ Ὁσίου Λουκᾶ Λεβαδείας.
Ἔργον ΙΑʹ αἰῶνος.

ΤΙ καλὴ τῆς Ἐκκλησίας ἡ τάξις; Τί τερπνὴ τῶν ὑπ’ αὐτῆς ὑμνουμένων ἡ ἀκολουθία; καὶ γὰρ χθὲς ἡ ἀκροτάτη τῶν Ἀποστόλων κορυφή, τῶν ἁγίων πάντων ἡ ἀπαρχή τῆς βασιλείας Θεοῦ, οἱ ἐξοχώτατοι, Πέτρος ἡμᾶς καὶ Παῦλος, τὴν αὐτῶν ὑμνῆσαι συνειλοχότες μνήμην, μυρίας ὅσης εὐφροσύνης καὶ ἀγαλλιάσεως ἔπλησαν πνευματικῆς· σήμερον δὲ δι’ αὐτῶν, ὤ τῆς καταλλήλου τῶν ἑορτῶν διαδοχῆς! ὤ τῆς γλυκύτητος! ὅλος ὁ θεοειδὴς τῶν Ἀποστόλων ἀναλάμψας χορός, πρὸς τὴν οἰκείαν ἡμᾶς ἄνεσιν καὶ δόξαν συγκαλεῖ· καὶ γὰρ οὐδὲ ἔπρεπε τῶν κορυφαίων μνημονευομένων, μὴ καὶ τοὺς ὁμοταγεῖς αὐτοῖς συνεπαινεῖσθαι· ἔδει δὲ τῶν πρεσβυτάτων δοξαζομένων Μαθητῶν, ὥσπερ τὴν ἄλλην ἀρετὴν καὶ τὴν χάριν τοῦ Πνεύματος ἰσότιμοι πάντες, πάντες ἓν σῶμα καὶ πνεῦμα ἐν Χριστῷ οὕτω καὶ κοινὴν πᾶσιν ἔδει καὶ τὴν δοξολογίαν ἀποδοῦναι. Τοιγαροῦν ρήξωμεν σήμερον τὴν εὔσημον πρὸς πάντας φωνήν· ἀνοίξωμεν στόμα, πληρωθῶμεν τοῦ Πνεύματος· καὶ ὥσπερ ἐκ βαθείας πηγῆς τῆς καρδίας λόγον ἐγκυμονήσαντες ἀγαθόν, τοῖς τέκνοις τοῦ Πνεύματος, τοῖς τοῦ Θεοῦ λογίοις ἐξερευξώμεθα Μαθηταῖς, οὐ μακρὸν οὐδὲ πολυσχιδῆ τὸν αἶνον αὐτοῖς ὑπαγορεύοντες· συντετμημένον δέ, καθ’ ὅσον οἷόν τε, καὶ τῷ καιρῷ πρόσφορον, καὶ τοῖς αἰνουμένοις κεχαρισμένον προσλαλήσαντες, σύμμετρον ἀποδώσωμεν τὴν εὐφημίαν, τὰς μὲν ἰδιοτρόπως ἑκάστῳ παρακολουθούσας πράξεις καὶ περιοδικὰς ἀπαγγελίας, τῷ περὶ ἑκάστῳ λόγῳ καὶ καιρῷ ταμιευόμενοι· νῦν δὲ κοιναῖς πᾶσιν ὁμοίως προσφωνήσωμεν λαλιαῖς.

Χαίρετε τέκνα, τοῦ τῶν φώτων πατρὸς ἄξια· χαίρετε φίλοι γνήσιοι καὶ ἀδελφοὶ τοῦ Μονογενοῦς· χαίρετε τοῦ Πνεύματος Κυρίου ὑπηρέται δραστήριοι, καὶ οἰκονόμοι φρονιμώτατοι καὶ πιστότατοι· ὑμεῖς οὐ τῇ σκιᾷ τοῦ νόμου σαρκικῶς, ἀλλὰ τῇ ἀληθείᾳ πνευματικῶς, οὐδὲ τύποις ἄχρι τέλους στοιχοῦντες καὶ αἰνίγμασι· διὰ τῶν τύπων δὲ, καὶ τῶν σκιῶν πρὸς αὐτὴν καθαρῶς διαβάντες τοῦ Θεοῦ τὴν εἰλικρίνειαν, πνεύματι τούτῳ καὶ ἀληθείᾳ λελατρεύκατε· καὶ οὐ λελατρεύκατε μόνον ἀλλὰ καὶ τὸ γράμμα τοῦ νόμου κατηργήκατε, καὶ πρὸς τὸ πνεῦμα τῆς χάριτος τοὺς ἀξίους· ὑμεῖς τοῦ Ἀβραὰμ ἀληθῶς τέκνα, ὡς τὸ ἔργον τοῦ Ἀβραάμ, τὴν εἰς Θεὸν ἀληθῆ πίστιν ἐργασάμενοι, ἀπόγονοι δὲ τοῦ Ἰσαάκ, ὡς ἐπαγγελίας κατὰ Ἰσαὰκ γεγενημένοι τέκνα· υἱοὶ δὲ τῷ ὄντι κεχρηματίκατε Ἰσραήλ·