οὐκ ἐν τῆς οἰκουμένης μέρει, οὐδὲ βραχεῖ τόπῳ περιηγουμένοις, καὶ τὸ μέλλον ὀλίγοις καὶ ὀλιγάκις, καὶ τοῦτο διὰ σημείων ὑποφαίνουσιν, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ λαμπρῶς ἐκβοῶσι, καὶ διαπουσίως ἀεὶ τοῦ Θεοῦ ἀνακεκραγόσι τὴν βουλήν· ὑμᾶς οἱ δώδεκα ἄρτοι τῆς ζωῆς, κατὰ τὰ ἅγια ἠρέμα παρῃνίττοντο· ὑμεῖς γὰρ ἄρτος ἀληθινός, καὶ στηριγμὸς ταῖς ἁγίαις τοῦ Χριστοῦ ἐκκλησίας, μετ’ ἐκεῖνον εὐθὺς ἐχρηματίσας· ὑμεῖς καὶ οἱ δώδεκα λίθοι, οὓς μετὰ τὴν τοῦ Ἰορδάνου διάβασιν ἤγειρεν ὁ τοῦ Ναυῆ Ἰησοῦς, ταῦτα τὸ καὶ οἷς μετὰ ταῦτα τὸ κατεσκαμμένον Ἠλίας ἀνεστήσατο θυσιαστήριον δι’ αἰνίγματος ἐδήλουν· ὑμεῖς γὰρ τῶν δι’ ὕδατος καὶ Πνεύματος, πρὸς τὴν ἄνω τῆς ἐπαγγελίας γῆν, διαβαινόντων προηγούμενοι, μαρτύριον τῆς Χριστοῦ γενέσθαι δυνάμεως· ὑμεῖς καὶ ὡς λίθοι ζῶντες, εἰς νοερὸν καὶ ἅγιον θυσιαστήριον, ἤτοι Θεοῦ κατοικητήριον ἐν Ἁγίῳ Πνεύματι συμβιβάζεσθε καὶ συναρμόζεσθε. Τίς ἔγνω νοῦν Κυρίου; τίς δὲ εἰς τὰ ἔσχατα τῆς αὐτοῦ σοφίας, ἀφίκετο, ὥστε τὴν μεγαλοπρέπειαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ γνῶναι καὶ πρὸς ἀξίαν ἐπαινέσαι;
Οἱ γὰρ πάντα μὲν τὸν νῦν αἰῶνα, καὶ πᾶσαν αὐτοῦ τὴν ὀχληρίαν καὶ περιφοράν, καὶ πᾶσαν τὴν ὄρεξιν καὶ ματαιότητα, ὥσπερ σκιὰν ἢ ἄνθος εὐμάραντον ὑπεριδόντες, καὶ ὡς ἀμαυρὸν ὄνειρον, ἤτοι νυκτερινὸν φάντασμα, παρ’ οὐδὲν ἡγησάμενοι, φιλοπόνῳ δὲ μελέτῃ, τῷ γράμματι τοῦ νόμου πρότερον παιδαγωγηθέντες τὸν νοῦν, εἶτα τὸν νομοδότην παρόντα μετὰ σώματος ἐπιγνωκότες· καὶ ἑαυτοὺς μὲν καθάπαξ εἰπεῖν ἀρνησάμενοι, Πνεύματι δὲ πίστεως καὶ ἀγαπήσεως, ἐκ καθαρᾶς καρδίας τούτῳ προσκολλώμενοι· καὶ μόνον αὐτὸν ἀναπνέοντες τὸν Θεὸν Λόγον· μόνον σιτούμενοι· μόνον ζῶντες Χριστόν· καὶ πρὸς αὐτὸν ἀενάως ἐκτεινόμενοι· καὶ τὰ τῆς βασιλείας τοῦ Θεοῦ μυστήρια μυσταγωγούμενοι· καὶ τὰ θαυμάσια καταθεώμενοι· μᾶλλον δὲ καὶ αὐτοὶ τῷ αὐτοῦ Πνεύματι, τῶν ἴσων ἔργων καὶ λόγων αὐτουργοὶ παραδόξως καθιστάμενοι· οὗτοι τίσι μὲν λόγοις, ποίοις δὲ τοῖς ἐξ ἀνθρώπων ὕμνοις ἀξιοπρεπῶς ἐπαινεθεῖεν; καὶ οἱ τοσοῦτον, τῷ ἐξ οὐρανοῦ ἀθεωρήτως καὶ ἀσωμάτως, ἐπὶ τῆς γῆς δὲ θεωρητῶς καὶ σωματικῶς ἀνατέλλοντι συνοικειούμενοι καὶ δι’ ἄκρας μιμήσεως οὕτως ἑνούμενοι, ὡς εἰς ἕνα τούτῳ Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς ἐκκορυφοῦσθαι· καὶ ἀντὶ μὲν ἀνθρώπων, Υἱοὶ Θεοῦ, ἀντὶ δὲ θνητῶν οὐράνιοι καὶ ἀθάνατοι διὰ τῆς τοῦ Πνεύματος χάριτος καὶ γενόμενοι καὶ λεγόμενοι; τοῖς γοῦν οὕτω προσῳκειωμένοις καὶ συνηνωμένοις Χριστῷ, ὥστε καὶ πάσχοντι συμπαθεῖν, καὶ σταυρουμένῳ σταυροῦσθαι, καὶ θαπτομένῳ συνθάπτεσθαι, καὶ ἀνισταμένῳ συνανίστασθαι, καὶ ἀναλαμβανομένῳ δὲ πρὸς τὸν Πατέρα, τρόπον τινὰ οὕτω συναναλαμβάνεσθαι.