Προφήτας δὲ ὡς προοπτικῆς αὐτοῦ ἐνεργείας τε πεπληρωμένους, καὶ τῶν ἐσομένων ὅσα δεῖ προορᾶν, καὶ προβλέποντας καὶ προφαίνοντας. Εὐαγγελιστὰς δέ, ὡς τοῦ Εὐαγγελίου τῆς τῶν οὐρανῶν βασιλείας πρώτους ὑφηγητὰς καὶ ὑμνογράφους· καὶ ποιμένας μὲν ὑμᾶς ἀποδείκνυσιν, ὡς τὰ ἀπολωλότα τοῦ Θεοῦ πρόβατα ζητοῦντας, πρὸς νομὰς ἀγαθὰς ταῦτα καὶ οὐρανίους εἰσελαύνοντας μονάς. Διδασκάλους δέ, ὡς τοῖς δόγμασι τῆς ἀληθείας, καὶ τοῖς παραγγέλμασι τῆς εὐσεβείας, τὰς ἐσκοτισμένας τῇ ἀγνοίᾳ φωτίζοντας ψυχάς· καὶ στρατιώτας μέν, ὡς νοητῇ πανοπλίᾳ περιπεφραγμένους, καὶ κατὰ τοῦ πονηροῦ κοσμοκράτορος στρατευομένους. Στρατηγοὺς δέ, ὡς τῶν ὁπλιτῶν τοῦ Χριστοῦ προηγουμένους, καὶ πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον ταξιαρχοῦντας καὶ ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὴν ὑπακοὴν αἰχμαλωτίζοντας τοῦ Χριστοῦ· καὶ ἄρχοντας μέν, ὡς παντὸς ἔργου καὶ λόγου καθηγουμένους σωτηριώδους καὶ ἀγαθοῦ· βασιλεῖς δέ, ὡς νομοθέτας Ἐκκλησιῶν καὶ κριτάς, εὐταξίας τε καὶ εἰρήνης Θεοῦ πᾶσι τοῖς ἔθνεσι βραβευτάς.
Ὑμεῖς τῇ αὐτῇ δυνάμει τοῦ Πνεύματος, καὶ ἁλιεῖς ἀνθρώπων χρηματίζετε, ὡς τῷ ἀγκίστρῳ τοῦ λόγου, καθάπερ ἐκ βυθοῦ τῆς πλάνης, λογικοὺς ἰχθύας ἀνέλκοντες καὶ προσάγοντες ὡς ἥδιον ὀψώνιον τῷ Χριστῷ· καὶ θηρευτάς, ὡς τοῖς ποικίλοις τῆς τοῦ Θεοῦ σοφίας νοήμασι, καθάπερ ἐν λίνοις ζωγροῦντες, καὶ βουλὴν πολυπλόκου ἐξιστῶντες κατὰ τὴν γραφήν· καὶ σκύλα τούτοις, τῇ τοῦ οἴκου Κυρίου διαιροῦντες ὡραιότητι· καὶ γεωργοὶ μέν, ὡς τῷ ἀρότρῳ τοῦ λόγου τὰς κεχερσωμένας νεοῦντες ψυχάς, καὶ τῆς κακίας ἀκάνθας ἐκριζοῦντες, καὶ τὸν λόγον ἐν ἑαυταῖς κατασπείραντες τῆς ζωῆς. Οἰκοδόμοι δὲ καὶ οἰκονόμοι, ὡς τὸν ἀκρογωνιαῖον λίθον, τὸν ἔντιμον καὶ ἐκλεκτόν, εἰς θεμέλια τῆς νοητῆς καὶ ἁγίας κατατιθέντες Σιὼν καὶ εἰς τὴν οἰκονομίαν, ἤτοι διακονίαν καὶ ἱερουργίαν τῶν τοῦ Εὐαγγελίου πεπιστευμένοι μυστηρίων καὶ ἱερεῖς μέν, ὡς ἱερεῖα λογικά, θύματα τέλεια, ὁλοκαυτώματα μεμυελωμένα, τοὺς ἐκ θεῶν διὰ πίστεως τῷ Θεῷ καλλιεργοῦντες, οὓς καὶ πρὸς τὴν καθαρτικήν, ἤτοι φωτιστικήν τε καὶ τελεταρχικὴν προάγοντες ἱεραρχίαν, εἰκότως καὶ ἱεροτελεσταὶ καλεῖσθε· Πατέρες δὲ καὶ σωτῆρες ἐθνῶν, ὡς τῷ Κυρίῳ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ὠδίνοντες αὐτούς, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς καὶ ἄμωμα τέκνα καὶ ἅγια διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννῶντες τῷ Θεῷ· καὶ δὴ καὶ τὸν ζόφον μὲν τῆς ἀσεβείας καὶ τῆς ποικίλης ἀνομίας, τοῖς θεουργικοῖς δόγμασι καὶ προστάγμασιν ἀπομειοῦντες· τῷ ἀληθινῷ δὲ τὰς αὐτῶν καρδίας σφραγίζοντες καὶ σημειούμενοι φωτί, τῷ Σωτῆρι τῶν ὅλων σῳζομένους ἀναφέρετε.