οὐ σαρκὶ μόνη καυχώμενοι κατὰ τοὺς ἀπειθεῖς, οὐδὲ ψιλὴν τὴν ἐν σώματι κομπάζοντες εὐγένειαν, ἀλλὰ πρόσωπον ἰδόντες Θεοῦ ἐν σαρκί, καὶ τούτῳ πνεύματι θείῳ προσπλακέντες, καὶ νοερᾷ πάλῃ συνδεθέντες, καὶ ἆθλον τῆς πάλης τὴν Ἰσραὴλ κληρωσάμενοι προσηγορίαν· ὑμεῖς ἀληθῶς ἡ ἐπισημοτάτη τῶν πατριαρχῶν ἐστε δωδεκάς· αἱ ἀείζωοι τοῦ ἀληθινοῦ πηγαὶ Ἰσραήλ· αἱ τῶν τοῦ Θεοῦ φυλῶν, τῶν ἀνὰ πᾶσαν τὴν γῆν ἐκκλησιῶν πατριαὶ καὶ ἀρχαί· ὑμῶν γὰρ εἰκόνα καὶ τύπον οἱ δώδεκα πάλαι τοῦ Ἰακὼβ ἐκείνου παρενέφηναν υἱοί· ὑμῶν ἐναργῆ παραδείγματα τῆς ὑψηλῆς μὲν δωδεκάδος αἱ δώδεκα τῶν ὑδάτων πηγαί, αἱ κατὰ τὴν ἔρημον ἐκεῖ τότε τῷ Ἰσραὴλ ἐπιδειχθεῖσαι· δι’ ὧν τὸ σωματικὸν μὲν ἐκεῖνο παρεμυθεῖτο δίψος, δι’ ὑμῶν δέ, τοῦ τῆς ἀπιστίας αὐχμοῦ, πᾶς ὁ πνευματικὸς Ἰσοαὴλ ἀπαλλαττόμενος, τῷ λόγῳ τῆς ἐν ὑμῖν ζώσης Θεοῦ χάριτος ζωγραφοῦνται καὶ πιαίνονται.
Τῆς ἑβδομηκοντάδος δὲ πάλιν, τὰ τῶν φοινίκων ἑβδομήκοντα στελέχη· οἷς ἐκεῖνοι οὐ μικρὰν τῆς ἐπιθυμίας εὕρισκον παρηγορίαν· διὰ τούτων δὲ τὰ ἔθνη τὴν γλυκεῖαν καὶ τρόφιμον τῆς εὐσεβείας διδαχὴν ἐκαρπώσαντο· ὥσπερ δὴ πάλιν τῆς ἱερᾶς δωδεκάδος, οἱ σὺν τῷ Ἰησοῦ πεμπόμενοι δώδεκα, καὶ τὴν τῆς ἐπαγγελίας κατασκεπτόμενοι γῆν· τῆς ἑβδομηκοντάδος δὲ τῶν Ἀποστόλων, οἱ πρὸς Μωσῆν διὰ Θεοῦ ρήματος, ἑβδομήκοντα συναγόμενοι πρεσβύτεροι, καὶ ἀπὸ τοῦ κατ’ ἐκεῖνον ἡγεμονικοῦ πνεύματος, κατὰ μετάδοσιν πληρούμενοι· ὑμῶν ἐκεῖνά τε τύπος ἐδείκνυτο σαφής· πρὸς δέ, καὶ ἡ τῶν τιμίων λίθων δωδεκάς· οἱ τετραστίγῳ τάξει τῷ λογείῳ πάλαι τῆς κρίσεως ἐν χρυσίῳ καθυφαινόμενοι τῷ στήθει τοῦ Ἀρχιερέως εἰς ἀμήχανον προὐβέβληντο καλλονήν· ἔμφασιν οἶμαι τοῦτο, τῆς ἐν τῷ ἡγεμονικῷ τοῦ Ἀρχιερέως τοῦ μεγάλου τῶν τιμίων ὑμῶν ὀνομάτων ἐγγραφῆς· οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ χρυσοὶ δώδεκα κώδωνες καὶ οἱ ροΐσκοι, πρὸς δὲ καὶ τὰ ἰσάριθμα τούτων ἀνθρώπινα τοῦ ὑποδύτου κάτωθεν ἐξηρτημένα τὴν εὔηχον καὶ παναρμόνιον ὑμῶν εἰς τὸ εὐαγγέλιον καὶ τὴν πανωραίαν τῆς ἀρετῆς καὶ ποικίλην εὐπρέπειαν ὑποδηλοῖ ὑμῶν κἀκεῖνο δηλοῖ, ὃ δι’ αἰνίγματος τὴν σοφίαν παρεδήλοι.
Ὑμῖν γὰρ ὁ ἱεροτελεστικώτατος Ἰησοῦς Χριστός, οἷα τιμιωτάτοις κεχρημένος λίθοις, τὴν ἱεραρχικήν τε αὐτοῦ καταποικίλλει στολήν, καὶ ὀργάνοις ὑμῖν, ἤτοι σκεύεσι πνευματοφορουμένοις πρὸς δήλωσιν κέχρηται τῆς ἀληθείας·