Τούτοις μόνοις πρὸς ἔπαινον δόξης ὁ μέγας ἐκεῖνος Παράκλητος ἀρκέσει, ὅς ποτε τῷ κατὰ τὴν Σιὼν ὑπερώῳ αὐτοῖς συνεγηγερμένοις, καὶ προσδεδεμένοις ἀξιεπαίνως οὐρανόθεν, ἐν ἤχῳ βιαίας ἐπῆλθε πνοῆς, οὐ τοπικῆς, ἐν τῷ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντι, θεωρουμένης μεταβάσεως, πῶς γάρ; ἀλλὰ τῆς πρὸς τοὺς ἐπιχθονίους τοῦ ὑπὲρ νοῦν οὐρανοῦ ἐμφανίσεως, τῷ τῆς ἱερᾶς ἔθει γραφῆς καταβάσεως προσειρημένης· οὗτος οὖν ἐν εἴδει πυρίνων τότε γλωσσῶν ἐπιφανείς, καὶ ταῖς ἁγναῖς ἁπάντων καρδίαις, οἷα θρόνοις ἀναπεπταμένοις, λαμπροῖς τε καὶ φωταυγεστάτοις καὶ προητοιμασμένοις ἐπαναπαυσάμενος, καὶ σὺν αὐτοῖς ἐξιὼν τῇ οἰκουμένῃ δι’ αὐτῶν πάσῃ, τὰς τῶν οἰκείων λόγων καὶ ἔργων ἐξέφανεν ἀστραπάς οὗτος μόνος ἀξίως ἂν ἐξαγγεῖλαι τὰς ὑμῶν, ὦ θεομακαριστότατοι, ἀρετάς, ὡς συνεξαγόμενος ταύτας ἀτεχνῶς ἐν ὑμῖν, καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι κατασκευαζόμενος ὑμᾶς Ἀποστόλους, Προφήτας, Εὐαγγελιστάς, Ποιμένας καὶ Διδασκάλους· Στρατιώτας καὶ Στρατηγούς· Ἄρχοντας καὶ Βασιλεῖς, ἁλιεῖς, θηρευτάς, γεωργούς, οἰκοδόμους καὶ ἀρχιτέκτονας· οἰκονόμους καὶ διακόνους· ἱερεῖς καὶ ἱεροτελεστάς· Πατέρας καὶ σωτῆρας ἐθνῶν. Ὁμολογητάς, Μάρτυρας, Κήρυκας τῶν ἔργων Χριστοῦ καὶ λόγων ἀκραιφνεῖς καὶ εἰλικρινεῖς.
Οὗτος ὑμᾶς ἀνέδειξε χριστούς, υἱοὺς Θεοῦ· καὶ θεοὺς αὐτοὺς οὐ φυσικῶς, ἀλλὰ θετικῶς, δηλαδὴ τῷ κατὰ φύσιν συναρμοσάμενος Υἱῷ Θεοῦ τῷ Μονογενεῖ, καὶ συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ τετελεκώς· καὶ κληρονόμους μὲν ἀληθῶς ὡς τέκνα ἀποφαίνει Θεοῦ, ἀδελφοὺς δὲ καὶ συγκληρονόμους Χριστοῦ. Τοῦτο τὸ Πνεῦμα τὸ ἀγαθόν, τὸ Κύριον, τὸ ζῶν καὶ ζωοποιόν, τὸ φῶς καὶ φωτοποιόν, τὸ Ἅγιον καὶ ἁγιαστικὸν τῶν ὅλων, τὸ τέλειον καὶ τῶν ἁπάντων τελεταρχικώτατον. Τοῦτο Θεὸς ὤν, ἴσως τὰ πάντα, τῷ τε προόντι Θεῷ καὶ Πατρί, καὶ τῷ τε χορηγοῦντι Θεῷ καὶ Υἱῷ· τὸ αὐτὸ δὲ καὶ πλήρωμα πασῶν τῶν παναγάθων αὐτοῦ δωρεῶν· ὂν τῇ οὐσίᾳ μέν, τὰ πάντα πληροῦν, καὶ ἔξω τῶν πάντων ἑστώς· τῆς εὐδοκίας δὲ οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν ἁγίοις ὑπερφυῶς ὄν· καὶ πᾶσιν ἀμερίστως ὑμῖν ἀρρήτως ἐπαναπαυόμενον ἀδιαιρέτως· τὰ χαρίσματα δὲ καὶ ἐνεργήματα, καθὼς βούλεται, διαιροῦν καὶ ἐνεργοῦν ἐν ἡμῖν, ὡς ἀποστέλλον μὲν εἰς τὰ ἔθνη πάντα, ἐν δυνάμει λόγων καὶ ἔργων τὸν λόγον κηρύσσοντας τῆς ἀληθείας, Ἀποστόλους καθίστησιν ἡμᾶς.