Οὕτως εἰς τὴν ἀκροτάτην ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος κατηντηκότες τοῦ Χριστοῦ, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ συνδεόμενοι τούτῳ καὶ κολλώμενοι· καὶ ἓν πνεῦμα κατ’ ἄκραν οἰκείωσιν αὐτῷ χρηματίζοντες προσηκόντως ἂν καὶ μάλα εἰκότως χριστοὶ καὶ υἱοὶ Θεοῦ κατὰ μετουσίαν ὀνομάζοντο ὡς ὅλον ἑαυτοῖς ἀραρότως καὶ παγίως, δι’ ὑπερβολὴν ὁμοιότητος εἰσοικισάμενοι τὸν Χριστόν· ὡς οὐκ ἰδίαν οὐκὲτι ζῶντες ζωήν, ἀλλὰ ζωὴν ἀληθῆ, καὶ σοφίαν καὶ νοῦν, καὶ αἴσθησιν, καὶ πᾶν ὅπερ εἰσίν αὐτὸν καθαρῶς ἔχοντες ἐν ἑαυτοῖς, λόγον τὸν οἰκεῖον διδάσκαλον καὶ καθηγητήν, οἷς καὶ κληρονόμοι μὲν τοῦ Θεοῦ καὶ Πατρός, ἀδελφοὶ δὲ καὶ συγκληρονόμοι ὕμνηνται τοῦ Μονογενοῦς, ὡς τῆς αὐτῆς δόξης, τῆς αὐτοῦ βασιλείας καὶ μεγαλοπρεπείας ἐν αὐτῷ καταξιούμενοι· ὡς ἐπὶ δώδεκα θρόνων, κατὰ τὴν τοῦ ἀψευδοῦς ὑπόσχεσιν, μετ’ αὐτοῦ καθεσθησόμενοι εἰς κρίσιν τε τῆς ἀπειθείας τοῦ Ἰσραήλ· καὶ ὥσπερ τὴν ὑπεράρρητον ἐκείνην τοῦ Θεοῦ δόξαν τε καὶ τιμήν, καὶ ὦ τῆς μακαριότητος! ὦ τῆς μεγαλειότητος! τὴν ὑπερουράνιον παντοκρατορίαν καὶ ἐξουσαρχίαν, τῷ τῆς δόξης συνδιανεμεῖσθε βασιλεῖ· εἶεν· ἔνδειξις ἄρα καὶ αὕτη τῆς θεοπρεπείας καὶ τῆς ὑπερφυεστάτης αὐτῶν συγγενείας πρὸς τὸν Κύριον καὶ οἰκειότητος.
Ὅτι καὶ κατὰ τὴν ἀπὸ τοῦ κόσμου πρὸς Θεὸν ἀνάληψιν, εἴτ’ οὖν ἐκδημίαν τῆς Θεοτόκου ψυχῆς ἡ μέν, οἷά περ ἴδια τέκνα, τούτους αὐτῇ συμπαρασταθῆναι τὸν Κύριον καὶ Υἱὸν ἐξελιπάρει, ὡς δὲ ἀθρόως δι’ Ἀγγέλων ἁγίων ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ διαιρούμενοι, καὶ ἄλλος ἀλλαχόθεν διὰ νεφέλης ἁρπαζόμενοι, ροπῇ Θεοῦ μόνῃ, τὸ παρθενικὸν ἐκεῖνο καὶ ἱερὸν ἀνάκτορον κατελάβοσαν· ἣν καὶ θεοπρεπῶς ἀσπασάμενοι καὶ πρὸς τὸν θεαρχικώτατον ἀναλύουσαν, μετὰ τῶν ὑπερκοσμίων νόων τὸν ἐξόδιον αἶνον ἀξιοθέως ὑμνήσαντες, σεβασμίως τε καὶ ὁσίως τὸ θεοδόχον σῶμα κηδεύσαντες, καὶ τῷ τάφῳ παραπέμψαντες, εἶτα πρὸς τὸν ἐκ τάφου τριήμερον ἀναστάντα Υἱὸν καὶ αὐτὴν τῇ αὐτῇ δυνάμει ἐξεγερθεῖσαν, εἰς τὴν ἑξῆς διαγνόντες καὶ δοξάσαντες, οὕτω τῇ ὁμοίᾳ ροπῇ τῆς δυνάμεως οἱ θεοπτικώτατοι πρὸς ἑαυτοὺς ἀποκατέστησαν. Τοιαύτης παρὰ τοῦ ἐσκηνωκότος ὑμῖν Ἁγίου Πνεύματος μεγαλοπρεπείας καὶ θεότητος· τηλικαύτης δὲ δόξης καὶ χάριτος, καὶ πολλῷ μείζονος ἢ κατὰ τὸν ἡμέτερον λόγον ἀξιούμενοι· πρὸς τίνος ἄν, ἢ παρ’ αὐτοῦ καὶ τὸν ἔπαινον, τῆς ἀρετῆς ὑμῶν ἀναλόγως καὶ τῆς τελειότητος ἀφέξοιτε; ἡμεῖς δὲ τοῖς ἀπροσίτοις πανευλαβῶς ὑποχωροῦντες, καὶ τὰ ἀνέφικτα τιμῶντες τῇ σιωπῇ, ὀλίγα ὑμῖν διὰ τὸν πόθον προσαγορεύσαντες, καταπαύσωμεν τὸν λόγον.