Ἐγκώμιον εἰς τοὺς Ἁγίους ἐνδόξους καὶ πανευφήμους ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΟΥΣ, ΝΙΚΗΤΑ ρὴτορος τοῦ Παφλαγόνος.

Χαίρετε τοιγαροῦν τῆς τοῦ Θεοῦ χάριτος βραβευταί· τῆς βασιλείας Εὐαγγελισταί τῆς ἀληθείας προασπισταὶ χαίρετε τῶν Σεραφὶμ σύστοιχοι· τῶν Χερουβὶμ σύσκηνοι, καὶ τῶν ὑπερτάτων Θρόνων συνόμιλοι. Χαίρετε Κυριοτήτων δόξασμα· τῶν Δυνάμεων ὕψωμα· τῶν Ἐξουσιῶν περιήχημα. Χαίρετε τῶν Ἀρχῶν εὐωδία τῶν Ἀρχαγγέλων θυμηδία· τῶν ἱερῶν Ἀγγέλων ἁπάντων ἡ δορυφορία καὶ λαμπροφορία· Χαῖρέ μοι ὁ δωδεκάστερος στέφανος κατὰ τὸ λόγιον· ὁ στέφανος ὁ πλακεὶς τῆς δόξης, καὶ τῇ κεφαλῇ τῆς οὐρανίας ἐπιβεβλημένος Σιών. Χαίρετε φίλα τέκνα τοῦ Θεοῦ καὶ Πατρός, φίλοι γνήσιοι καὶ οἰκεῖοι τοῦ Θεοῦ Λόγου, Σκεύη ἐλέους τοῦ θείου Πνεύματος μεμεστωμένα· οὓς προέγνω καὶ προώρισε, πρὸ τῆς τοῦ κόσμου καταβολῆς ὁ Πατήρ· οὓς ἐξελέξατο καὶ ἠρέτισεν ὡς συμμόρφους καὶ ἰδίους ἑαυτοῦ υἱούς· ὧν πόδας ἔνιψεν ὕδατι, καὶ καρδίας ἥγνισε ρήμασι, καὶ νοῦν ἡγίασε Πνεύματι· οἷς καὶ διαθήκην αἰώνιον διέθετο, ἐσθίειν καὶ πίνειν μετ’ αὐτοῦ ἀμβροσίαν ἀκήρατον, ἄχραντον, ἐν τῇ βασιλείᾳ αὐτοῦ. Χαίρετε οὐρανοί, τὸν ὑπερουράνιον μυστικῶς ἐφ’ ἑαυτοῖς ὀχοῦντες, καὶ τὴν αὐτοῦ δόξαν μεγαλοφώνως διηγούμενοι. Χαίρετε στερέωμα νοητὸν τῆς στερεᾶς Ἐκκλησίας τοῦ Θεοῦ· τὸ τὴν ποίησιν τῶν αὐτοῦ περιφανῶς ἀναγγέλον χειρῶν· ὧν ὁ φθόγγος οἷα βροντῆς ἦχοι, εἰς πᾶσαν ἡμέραν ἐξ ἡμέρας ἐξηχεῖται τὴν γῆν, καὶ τῶν ρημάτων ἡ δυναμις εἰς τὰ τῆς οἰκουμένης πέρατα τρόπον ἐξαστραπῆς ἀναλάμπει.

Χαίρετε πύλαι τῆς ἄνω Σιών, ἃς ἀληθῶς ἠγάπησεν ὁ Κύριος, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Χαίρετε τῶν τοῦ κόσμου κτισμάτων ἡ ἀπαρχή, τῶν δαιμόνων ἡ συντριβή, τῶν πιστῶν ἡ καταφυγή· χαίρετε τῶν πλανωμένων οἱ ὁδηγοί, τῶν ἐσκοτισμένων οἱ φωτισταί, τῶν ἀρρωστούντων οἱ ἰαταί· χαίρετε καὶ ἱκετεύετε τὸν πάσης παρακλήσεως καὶ χάριτος Θεόν· ἱκετεύετε τὴν οἰκείαν ἐπισκέψασθαι κληρονομίαν καὶ ἐπιστρέψαι μὲν τὴν δικαιοσύνην εἰς κρίσιν, ἐχομένους δὲ αὐτῆς δοῦναι πάντας τοὺς εὐθεῖς τῇ καρδίᾳ καὶ θεῖναι τοὺς βασιλεῖς ἐπ’ εὐλογίαις καὶ εὐφροσύναις αἰωνίαις· καὶ τοὺς ἄρχοντας ἐν εἰρήνη καὶ τοὺς Ἐπισκόπους ἐν ἁγιωσύνῃ καὶ δικαιοσύνῃ, ὥστε ἐμπλησθῆναι τὴν σύμπασαν γῆν τῆς ἐπιγνώσεως αὐτοῦ· καὶ φοβηθέντα τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τὴν δόξαν αὐτοῦ, κατὰ τὰ θεάρχια λόγια, δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, καὶ προσκυνεῖν τῷ Πατρὶ κᾳὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, τῇ μιᾷ Θεότητι καὶ βασιλείᾳ καὶ δυνάμει, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

                                                                                                                   

ΕΠΙΣΤΡΟΦΗ