Ὑμεῖς ὁμολογηταὶ καὶ κήρυκες τῆς ἀληθείας περιφανεῖς, ὡς ἐπὶ πολλῶν μαρτύρων, ἤτοι παντὸς τοῦ κόσμου τὴν καλὴν ὁμολογίαν ὡμολογηκότες, καὶ τὸ μέγα τῆς οἰκονομίας μυστήριον πάσαις ἀνθρώπων διαπρυσίως ἐμβροντήσαντες ἀκοαῖς, καὶ Μάρτυρες τέλειοι τῆς θεαρχίας τοῦ Ἐμμανουήλ, οὐκ ἐν Ἰσραὴλ μόνον καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ ἀλλ’ ἕως καὶ ἐσχάτου τῆς γῆς, κατὰ τὸ λόγιον ἐγένεσθε. Μάρτυρες οὐ λόγοις ψιλοῖς, τοῦ Θεοῦ τὸ μαρτύριον ἀφοσιούμενοι, ἀλλὰ καὶ ἀγῶσι στερροῖς, καὶ πόνοις καρτεροῖς, καὶ ποικίλαις θλίψεσι, καὶ πολυτρόποις ἐνστάσεσι πρὸς βασιλεῖς ἀσεβεῖς καὶ πρὸς ἄρχοντας ἀθεωτάτους ἀντικαθιστάμενοι· καὶ γὰρ ἐνίοτε, κατ’ αὐτῶν καὶ δῆμος ὅλος ἀκάθεκτος ἐμαίνετο· καὶ πόλις ὅλη συνεκυκᾶτο καὶ συνεκέχυτο· καί που καὶ χῶραι πολλάκις ἀκατασχέτως ἐξύβριζον, καὶ τῇ μαρτυρίᾳ τῆς Ἰησοῦ ἀληθείας ἐν ἰταμίᾳ ἀπεμάχοντο, ἐπιβουλαί τε καὶ κρίσεις κατὰ τῶν ἀθῴων ἐμελετῶντο, καὶ δικαστήρια συνεκροτεῖτο, καὶ ὁ δικαστὴς δριμὺ βλέπων καὶ φόνιον καὶ ἀλιτηριῶδες προὐκάθητο.
Καὶ αὐτὸς δὲ ὁ δῆμος ἐπὶ τῶν τιμωρητικῶν σκευῶν ἕτοιμος, καὶ ἐν μέσοις αὐτοῖς καλλίνικες Μάρτυρες, ἤτοι Ἀπόστολοι κριθησόμενοι παρήγοντο, Ἀγγέλοις τε καὶ ἀνθρώποις θέατρον γενόμενοι πρὸς ἄρχοντας καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους αἰσθητῶς τε καὶ νοητῶς συνεπλέκοντο· λόγοις μὲν ἀκραιφνοῦς θεολογίας τὴν ἀπάτην τε αὐτοῦ καὶ πλάνησιν ἐξελέγχοντες, καὶ τὴν κατὰ Χριστὸν ἀλήθειαν παρρησιάζοντες, ἔργοις δὲ γενναίας καὶ καρτερικωτάτης διανοίας εὐμαρῶς τε καὶ ἄγαν προθύμως τὰς ὑπὲρ τοῦ λόγου δεχόμενοι κακοπαθείας, τὰς ἐπηρείας, τὰς πληγάς, τὰ στρεβλωτήρια, τὰ δεσμά, τοὺς ραβδισμούς, τοὺς λιθασμούς, πρὸς τούτοις δὲ τὰ ξίφη, τὰ δόρατα, τοὺς σταυρούς, τὸ πῦρ, τὸν σίδηρον, τοὺς ποικίλους καὶ παντοδαποὺς θανάτους, οὓς ἐπὶ τέλους ἐπέχοντες ἀνδρικῶς τε καὶ χριστομιμήτως, τοῦ ἀπὸ γῆς ὀστράκου περιρρηγνυμένου τούτοις ἀπελύοντο, καὶ οὕτως ὅλον τὸν θνητὸν ἀπεκδυόμενοι καὶ φθαρτόν, καὶ γυμνοὶ γυμνῷ καθαροί τε τῷ καθαρωτάτῳ προσωμιληκότες Λόγῳ· καί γε τελεώτερον ἔτι τούτῳ καὶ μυστικώτερον ἑνούμενοι καὶ συναρμολογούμενοι ὥσπερ αὐτὸς ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἓν ἐστιν ἐν αὐτῷ οὕτως οἱ Ἀπόστολοι ἐν Κυρίῳ Ἰησοῦ, καὶ ὁ Κύριος ἓν ἐν αὐτοῖς.