Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΣΤΕΦΑΝΟΥ Πάπα Ρώμης καὶ τῶν σὺν αὐτῷ.

ΣΤΕΦΑΝΟΣ ὁ Πάπας καὶ Μάρτυς ἤκμασε κατὰ τοὺς χρόνους Δεκίου, Οὐαλλερίου [1] καὶ Γαλλιηνοῦ τῶν βασιλέων ἐν ἔτει σν’ (250). Διὰ δὲ τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἐκρύπτετο ἐν Ρώμῃ, καὶ τοὺς πρὸς αὐτὸν ἐρχομένους Ἕλληνας ἐδίδασκε καὶ κατήχει εἰς τὸν Χριστιανισμόν, βαπτίζων αὐτοὺς καὶ χειροτονῶν ἐξ αὐτῶν πρεσβυτέρους, διακόνους καὶ ἀναγνώστας. Τινὲς τούτων συλληφθέντες ὡμολόγησαν, διὰ παρακινήσεως αὐτοῦ, τὸν Χριστὸν καὶ ἔλαβον τοῦ μαρτυρίου τὸν στέφανον. Ὅθεν διὰ ταῦτα ἐφανερώθη ὁ μακάριος οὗτος εἰς τὸν ἡγεμόνα· προσαχθεὶς δὲ εἰς τὸν ναὸν τοῦ Ἄρεως καὶ προσευχηθείς, ἔσεισε τὸν ναὸν καὶ μέρος αὐτοῦ ἐκρήμνισε.

Τότε οἱ μὲν στρατιῶται φοβηθέντες ἔφυγον, ὁ δὲ Ἅγιος ἀνεχώρησε καὶ μετέβη εἰς τὸν τάφον τῆς Μάρτυρος Λουκίας, τὸν εὑρισκόμενον ἐν Καμπανίᾳ τῆς Ἰταλίας [2], ἔνθα ἐτέλει τὴν ἀναίμακτον θυσίαν. Ὕστερον δὲ ζητήσαντες αὐτὸν οἱ στρατιῶται καὶ εὑρόντες, τὸν ἐτιμώρησαν πολὺ καὶ τελευταῖον τὸν ἀπεκεφάλισαν, οὕτω δὲ ἔλαβεν ὁ ἀοίδιμος διπλοῦν τὸν ὁμώνυμον στέφανον, καὶ ὡς Ἀρχιερεύς, καὶ ὡς ἀθλητὴς Κυρίου.

                                                                                                                                         

ΕΠΙΣΤΡΟΦΗ

    

Ὑποσημειώσεις

[1] Παρ’ ἄλλοις δὲ γράφεται Οὐαλλεριανοῦ.

[2] Τὴν ἑορτὴν τῆς Ἁγίας αὕτης Παρθενομάρτυρος Λουκίας κατὰ τὴν ϛʹ (6ην) τοῦ Ἰουλίου βλέπε ἐν τόμῳ Ζʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»