ΘΕΟΦΙΛΟΣ ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν, ὁ τῇ ἀληθείᾳ φίλος Θεοῦ, ὁ πνευματοφόρος καὶ χριστοφόρος, κατήγετο ἐκ τῆς πολεως Ζίχνης τῆς ἐν τῇ Μακεδονίᾳ γεννηθεὶς ἐκ γονέων εὐσεβῶν καὶ ἐναρέτων καὶ ἀνατραφεὶς ἐξ αὐτῶν εἰς ἤθη ἀγαθὰ καὶ ἐνάρετα. Ὅταν δὲ ἦλθεν εἰς ἡλικίαν, ἔστειλαν αὐτὸν εἰς τὸ σχολεῖον πρὸς ἐκμάθησιν τῶν ἱερῶν γραμμάτων τῶν λεγομένων κοινῶν. Ἀφοῦ συνεπλήρωσε τὰ μαθήματα ταῦτα, ἔστελλον αὐτὸν καὶ εἰς τὰ Ἑλληνικὰ μαθήματα. Ἔχων δὲ ὁ νέος νοῦν εὐφυᾶ καὶ δεξιόν, ἔφθασεν εἰς ὀλίγον εἰς μέτρα ἱκανότητος. Ἔμαθε δὲ καὶ τὴν καλλιγραφίαν καὶ ἔγινε καλλιγράφος ἄριστος. Ὑπῆρξε δὲ ὁ Ὅσιος ἀπὸ νεότητος φρόνιμος καὶ σύννους, ἀποφεύγων μὲν τὰς συνομιλίας τῶν ἀτάκτων νέων, ἀγαπῶν δὲ τὰς συναναστροφὰς τῶν φρονίμων γερόντων καὶ καταγινόμενος πάντοτε εἰς τὴν ἀνάγνωσιν καὶ μελέτην τῶν θείων Γραφῶν, κατὰ τὴν παραγγελίαν τοῦ σοφοῦ Σειρὰχ τοῦ λέγοντος· «Μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου, καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου» (Σειρὰχ θ’ 15).
Εἰς ταῦτα καταγινόμενος ὁ Ὅσιος Θεόφιλος ηὔξανεν ἡμέραν καθ᾽ ἡμέραν καὶ ἐχλοηφόρει καὶ ἔπληθεν εἰς διαφόρους καρποὺς τῶν ἀρετῶν, ποτιζόμενος ἐκ τῆς ἀναγνώσεως τῶν ἱερῶν Γραφῶν, ὡς δένδρον πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· διὸ καὶ ἀπαρνηθεὶς πατρίδα καὶ συγγένειαν καὶ πλοῦτον καὶ πᾶσαν κοσμικὴν ματαιότητα, ἔγινε μοναχός· μετ’ ὀλίγον δὲ καιρὸν ἔλαβε καὶ τὸ ἀξίωμα τῆς ἱερωσύνης· ἔκτοτε δὲ περιεπάτει εἰς διαφόρους τόπους διδάσκων καὶ ὠφελῶν τοὺς Χριστιανοὺς διὰ τοῦ λόγου καὶ τοῦ παραδείγματος τῆς ἑαυτοῦ ζωῆς. Μετὰ ταῦτα εὑρὼν τὸν ἐπίσκοπον τῆς Ρενδίνης κύριον Ἀκάκιον, ἄνδρα εὐλαβῆ καὶ ἐνάρετον, συγκατῴκησε μετ’ αὐτοῦ ὁ Ὅσιος. Τοῦτον δὲ τὸν Ἐπίσκοπον Ἀκάκιον ἐχειροτόνησεν Ἀρχιερέα ὁ ἁγιώτατος ἐκεῖνος Πατριάρχης Κωνσταντινουπόλεως θεῖος Νήφων, Θεσσαλονίκης Μητροπολίτης πρῴην ἔτι ὤν· ὅθεν ἐκ τούτου ἦν φίλος γνήσιος τοῦ ἁγίου Νήφωνος ὁ θεῖος Ἀκάκιος. Κατ’ ἐκείνας δὲ τὰς ἡμέρας ἦλθον ἐκ τῆς Αἰγύπτου γράμματα εἰς τὸν ἁγιώτατον Πατριάρχην κύριον Νήφωνα, διαλαμβάνοντα διὰ τὰ μεγάλα καὶ φοβερὰ ἐκεῖνα θαύματα, ἅτινα ἐνήργησεν ὁ παντοδύναμος Θεὸς διὰ τοῦ τότε Μακαριωτάτου Πάπα καὶ Πατριάρχου Ἁλεξανδρείας κυρίου Ἰωακείμ, εἰς καταισχύνην μὲν καὶ ὄνειδος τῶν θεοκτόνων Ἰουδαίων, εἰς καύχημα δὲ καὶ στήριγμα τῆς ἀληθινῆς καὶ ὀρθοδόξου ἡμῶν πίστεως· ἡ δὲ ὑπόθεσις αὐτῶν ἔχει οὕτως, ὡς ἐν συντόμῳ.