Περὶ τοῦ ἐγκεκρυμμένου ἐν ταῖς θείας Γραφαῖς παραδείσου καὶ εἰς τὰς καρδίας τῶν πιστευόντων διὰ τῆς ἀναγνώσεως ἀποκαλυπτομένου ὁμιλῶν ὁ χρυσοῦς τὴν γλῶτταν Πατὴρ ἡμῶν, ὁ θεῖος Ἰωάννης ὁ Χρυσόστομος, παράδεισον τρυφῆς ἀνώτερον τοῦ Παραδείσου τῆς Ἐδέμ, εἰς τὰ πέρατα τῆς οἰκουμένης ἠπλωμένον ὀνομάζει τοῦτον· «Καὶ γὰρ πνευματικὸς λειμὼν καὶ παράδεισος τρυφῆς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις, παράδεισος δὲ τρυφῆς ἐκείνου τοῦ Παραδείσου βελτίων τοῦτον τὸν παράδεισον οὐκ ἐν τῇ γῇ, ἀλλ᾽ ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς ἐφύτευσεν ὁ Θεός· τοῦτον τὸν παράδεισον οὐκ ἐν Ἐδὲμ κατ’ Ἀνατολὰς ἔθετο, ἐν ἑνὶ περιγράψας χωρίῳ, ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξήπλωσε καὶ εἰς τὰ πέρατα τῆς Οἰκουμένης ἐξέτεινε· καὶ ὅτι πανταχοῦ τῆς Οἰκουμένης τὰς Γραφᾶς ἥπλωσεν, ἄκουσον τοῦ Προφήτου λέγοντος· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς Οἰκουμένης τὰ ρήματα αὐτῶν» (Ψαλμ. ιη’ 5).
Ἀλλὰ καὶ ὁ ἕτερος χρυσορρόας και χαριτώνυμος Ἰωάννης ὁ Δαμασκηνὸς οὐχὶ ὀλιγώτερον εἰς τὴν τοῦ παραδείσου τῶν Γραφῶν ἀπόλαυσιν προσκαλεῖ, λέγων· «Κρούσωμεν τοίνυν εἰς τὸν κάλλιστον παράδεισον τῶν Γραφῶν, τὸν εὐώδη, τὸν γλυκύτατον, τὸν ὡραιότατον, τὸν παντοίοις τῶν νοερῶν θεοφόρων ὀρνέων κελαδήμασι περιηχοῦντα ἡμῶν τὰ ὦτα, τὸν ἁπτόμενον ἡμῶν τῆς καρδίας, καὶ λυπουμένην μὲν παρακαλοῦντα, θυμουμένην δὲ κατευνάζοντα, καὶ χαρᾶς ἀϊδίου ἐμπιπλῶντα· τὸν ἐπιβιβάζοντα ἡμῶν τὴν διάνοιαν ἐπὶ τὰ χρυσαυγῆ μετάφρενα τῆς θείας περιστερᾶς, καὶ ὑπέρλαμπρα, καὶ ταῖς φαεινοτάταις αὐτῆς πτέρυξι πρὸς τὸν μονογενῆ Υἱὸν καὶ κληρονόμον τοῦ φυτουργοῦ τοῦ νοητοῦ ἀμπελῶνος ἀνάγοντα, καὶ δι’ αὐτοῦ τῷ Πατρὶ τῶν φώτων προσάγοντα. Ἀλλὰ μὴ παρέργως κρούσωμεν, προθύμως δὲ μᾶλλον καὶ ἐπιμόνως, μὴ ἐκκακίσωμεν κρούοντες· οὕτω γὰρ ἡμῖν ἀνοιγήσεται. Ἐὰν ἀναγνῶμεν ἅπαξ καὶ δίς, καὶ μὴ διαγνῶμεν, ἅ ἀναγινώσκομεν, μὴ ἐκκακίσωμεν, ἀλλ’ ἐπιμείνωμεν ἀδολεσχήσωμεν, ἐρωτήσωμεν· ἐπερώτησον γάρ, φησι, τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι, οὐ γὰρ πάντων ἡ γνῶσις· ἀρυσώμεθα ἐκ τῆς τοῦ παραδείσου πηγῆς ἀέναα καὶ καθαρώτατα νάματα, ἁλλόμενα εἰς ζωὴν αἰώνιον. Ἐντρυφήσωμεν, ἀπλήστως κατατρυφήσωμεν· τὴν γὰρ χάριν ἀδάπανον κέκτηνται» (Α’ 282).