ΦΙΛΙΠΠΟΣ ὁ Ἀπόστολος ἦτο ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, συμπολίτης Ἀνδρέου καὶ Πέτρου, κηρύξας τὸν Χριστὸν ἐν τῇ Ἀσίᾳ τῇ Ἱεραπόλει, καὶ εἰς τὰς πόλεις τῆς Μυσίας καὶ Λυδίας ὁμοῦ μὲ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμνην καὶ Βαρθολομαῖον τὸν Ἀπόστολον καὶ πολλοὺς πειρασμοὺς καὶ θλίψεις ὑπὸ τῶν ἀπίστων ὑπομείνας, μαστιγούμενος, ἐγκλειόμενος, λιθαζόμενος, εἶτα τοὺς ἀστραγάλους τρυπηθείς, καὶ ἐπὶ τῆς πλατείας συρθείς, καὶ ἐπὶ τοῦ ξύλου σταυρωθείς, ὑπὸ τῶν Ἑλλήνων ἐτελειώθη. Τούτου τὸ ἅγιον λείψανον συσταλὲν ἐν Ἱεραπόλει, εἰς τὴν ὁποίαν καὶ ἐτελειώθη, ὑπὸ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης, μετεκομίσθη μετὰ χρόνους ἱκανοὺς εἰς τὴν νῆσον Κύπρον εἴς τι κατὰ τὴν Πάφον χωρίον, Ἀρσινόην λεγόμενον, κοινότερον δὲ Ἄρσος παρὰ τῶν ἐγχωρίων καλούμενον, εἰς τὸ ὁποῖον ἔχει οἰκοδομηθῆ Ναὸς ἐπ’ ὀνόματι τοῦ Ἀποστόλου Φιλίππου μέγιστος καὶ ὡραιότατος, ὡς καὶ μέχρι τοῦδε σῳζόμενος καθορᾶται. Εἰς τὸν Ναὸν αὐτὸν κατέθεσαν τὸ ἅγιον αὐτοῦ λείψανον μετὰ τῆς ἁγίας αὐτοῦ Κάρας, κεκοσμημένης οὔσης δι’ ἀργύρου, καὶ διὰ σφραγίδων βασιλικῶν ἐπιβεβαιωμένης, ὅπερ καὶ μέχρι τῆς σήμερον εὕρηται εἰς τὸν ἴδιον Ναὸν μετὰ πολλῆς τῆς εὐλαβείας παρὰ τῶν εὐσεβῶν φυλαττόμενον, θαύματα ἄπειρα ἐπιτελοῦν εἰς δόξαν Θεοῦ.