[Ὁ Λόγος οὗτος ἐπιγράφεται ὑπὸ τοῦ θείου τούτου πατρός· «Λόγος εἰς Πέτρον τὸν Ἀπόστολον καὶ Ἠλίαν τὸν Προφήτην». Ἐπειδὴ ὅμως περιεκόπη τὸ μέρος τὸ ἀφορῶν τὸν Ἀπόστολον Πέτρον, ὡς ἄσχετον μὲ τὴν παροῦσαν ἑορτὴν, δι’ αὐτὸ καὶ τὸν ἐπιγράφομεν εἰς μόνον τὸν Προφήτην Ἠλίαν.]
ΛΙΓΟΙ ἡμῖν σήμερον οἱ παραγενόμενοι· ἆρα τί τὸ αἴτιον; Μνήμην Μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν· ἆρα τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥαθυμίαν ἐνέβαλε; μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ’ ἡ ραθυμία αὐτοὺς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι, οὕτω δὴ τὸν ῥάθυμον καὶ ἀναπεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ Μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεον ὑπὲρ τῆς ἀληθείας, σὺ δὲ οὐδὲ βραχείας ὁδοῦ καταφρονεῖς; Ἐκεῖνοι τὴν κεφαλὴν ἀπέθεντο διὰ τὸν Χριστόν, σὺ δὲ οὐδὲ ἔξω τῆς πόλεως ἀπαντῆσαι θέλεις διὰ τὸν Δεσπότην; ὁ Δεσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι’ αὐτὸν ὀκνεῖς; μνήμη Μαρτύρων, καὶ σὺ ρᾳθυμεῖς καὶ ἀναπέπτωκας; Δέον ἐστί σε παραγενέσθαι καὶ ἰδεῖν τὸν διάβολον ἡττώμενον, καὶ Μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην.
Ἀλλ’ ἡ πρόφασις αὐτῶν αὕτη· ἁμαρτωλός εἰμι, φησί, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Αὐτὸ γὰρ τοῦτο, ὅτι ἁμαρτωλος εἶ, ἀπάντησον ἵνα μὴ ἐκπέσῃς τῆς δικαιοσύνης. Τίς δὲ τῶν ἀνθρώπων ἄνευ ἁμαρτίας, εἰπέ μοι; Ἀλλὰ διὰ τοῦτο θυσία καὶ Ἐκκλησία, διὰ τοῦτο εὐχαὶ καὶ νηστεῖαι, ἐπειδὴ πολλὰ τὰ τραύματα τῆς ψυχῆς· διὰ τοῦτο καὶ τὰ φάρμακα κατ’ αὐτῶν εὕρηνται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς κατάλληλον, φάρμακον κατεσκευάσθη. Ἔχεις Ἐκκλησίαν θυσίας ἐπιφερομένην, εὐχὰς Πατέρων, Πνεύματος Ἁγίου χορηγίαν, Μαρτύρων μνήμας, συναθροισμὸν Ἁγίων, καὶ πολλὰ τοιαῦτα δυνάμενά σε ἀπὸ ἁμαρτίας ἀνακαλέσασθαι εἰς δικαιοσύνην· οὐκ ἀπήντησας εἰς εὐχὴν Μαρτύρων, ποίαν ἔχεις συγγνώμην; Οὐδὲν τῶν δεινῶν ἐν τῷ μὲσῳ καὶ ἐνεποδίσθης τῆς πρὸς τοὺς Μάρτυρας ὁμονοίας; Ἀλλὰ φροντίς σε βιοτικὴ ἐκράτησεν; Ἔτι μεῖζον τὸ ἔγκλημα. Μικρὰν ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ ἵνα λάβῃς ὁλόκληρον ἡμέραν;