ΙΩΑΝΝΟΥ τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ, Λόγος εἰς τὸν Προφήτην ΗΛΙΑΝ.

Ταῦτα εἰρήκαμεν οὐ τῶν δικαίων κατηγοροῦντες, ἀλλ’ ὑμῖν ὁδὸν σωτηρίας προκαταρτίζοντες, ἵνα ὅταν ἁμαρτήσετε, μὴ ἀπογνώσητε τῆς ἑαυτῶν σωτηρίας τῇ μινήμῃ τῶν πεπλημμεληκότων δικαίων, καὶ τῇ μετανοίᾳ τῆς τιμῆς μὴ ἐλαττωθέντων. Εἴπομεν δὲ αὐτῶν πρῶτον τὰς ἀρετάς, καὶ τότε εἰσηγάγομεν τὰ ἁμαρτήματα. Καὶ σὺ τοίνυν, εἰ καὶ ἁμαρτωλὸς εἶ, μὴ ἀπολειφθῇς τῆς Ἐκκλησίας· κἂν δίκαιος ἦς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένης, μεμνημένος τὰ περὶ τῆς Βασιλείας τῶν οὐρανῶν, καὶ τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὅτι αὐτῷ πρέπει τὶ δόξα σὺν τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

                                                                                                                         

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] Δὲν συμπεριελήφθη ἐνταῦθα τὸ ἀφορῶν τὸν Ἀπόστολον Πέτρον μέρος, ὡς ἄσχετον μὲ τὴν παροῦσαν ἑορτήν.