Ἐμαίνετο οὖν ὁ Ἠλίας, ἐπρίζετο, ὠδύρετο, ῥήματα ἐλάλει, οὐδεὶς ἤκουε· παρεκάλει, οὐδεὶς ἠνέσχετο· λοιπὸν ἀπὸ ζήλου προσαγαγεῖν αὐτοὺς θέλει καὶ παιδεῦσαι, ἵνα κἄν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν Δημιουργὸν τῇ εὐχῇ φθάσωσιν, ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς γένηται εὐσεβείας. Ἀλλ’ οὐδὲν δύναται αὐτούς, φησι, παιδεῦσαι ὁ λιμός· οὕτω γὰρ πανταχόθεν στενούμενοι ἐπὶ τὸν πάντων κτίστην χωρήσουσι. Τί οὖν Ἠλίας; Ζῇ φησι, Κύριος, εἰ ἔσται ὑετός, εἰ μὴ διὰ στόματός μου. Ἐξῆλθεν ὁ λόγος τοῦ Προφήτου, καὶ εὐθέως ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκὸς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλών, ἀλλὰ τὴν ἐνέργειαν χαλινωθείς· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο. Ἐνέπεσεν ὁ λόγος τοῦ Προφήτου, καθάπερ πυρετός, εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάντα εὐθὺς ἐξηραίνετο, πάντα ἠρημοῦτο, πάντα ἐξηφανίζετο· ἔβλεπον εὐθέως βοτάνας ξηραινομένας, καὶ φυτὰ καὶ δένδρα κάρπιμα καὶ ἄκαρπα, τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν, πάντα ἀθρόως ξηραινόμενα, πᾶσαν ἔμψυχον ἡλικίαν ἀφανιζομένην, ὀδυρμὸν παιδίων καὶ κλαυθμὸν μητέρων, καὶ ἀπογνωσίαν πολλήν.
Εἷς λόγος τοῦ Προφήτου ἐξῆλθε, καὶ βλέπε πόσα εἰργάσατο. Πάντα τοίνυν ἀπέθνησκον, τὰ θηρία, τὰ κτήνη, τὰ παιδία, οἱ ἄνθρωποι, τὰ ζῷα, τὰ πετεινά, ἅπαντα· οἰκουμενικὸν ναυάγιον ἦν, καὶ ἡ συμφορὰ πᾶσαν ὁμοῦ κατέλαβε, τὴν γῆν· οὐδεὶς ἀνεσῴζετο, ἀλλὰ πάντες ἀπὸ τῆς ἀβροχίας ἀπέθνησκον, τὰ φυτὰ ἐξηραίνετο, πηγαί, ποταμοί, λίμναι, καὶ πάντα ἁπλῶς ἀπώλοντο. Οἰκουμενικὸν ναυάγιον κατεῖχε πᾶσαν τὴν οἰκουμένην, οὐ δι’ ὕδατος, ἀλλὰ δι’ ἀβροχίας· ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν φύσιν ὅλην μετέβαλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἠλίᾳ περὶ οὐδενός ἐμέθυε γὰρ τῷ ζήλῳ· πᾶσα οὖν ἄωρος ἡλικία ἐτελεύτα. Τί ποιεῖς, Ἠλία; ἔστω οἱ νεανίσκοι ἥμαρτον· τί τὰ παιδία παιδεύονται; ἔστω, οἱ ἄνθρωποι ἥμαρτον, τί τὰ κτήνη συναποθνῄσκουσι; τοσαύτην ἀσπλαγχνίαν περιβέβλησαι; οὐδενός σοι μέλει περὶ τῶν ἀνθρώπων· οὐ γυναῖκα ἔχεις, οὐ παιδίον· καταφρονεῖς τῶν ἀπολλυμένων.
Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Ἄπελθε, φησίν, ἐπὶ τῷ ποταμῶ. Χοράθ, καὶ ἐντελοῦμαι κόραξι τοῦ διατρέφειν σε ἐκεῖ. Πάλιν ἂν ἡδέως ἐροίμην τὸν Ἰουδαῖον εἰς μέσον ἀγαγών, ἵνα δείξω αὐτῷ ὅτι ὁ νόμος τὰ τοῦ νόμου ἀνέτρεπε, καὶ αὐτὸς εἰς ἑαυτὸν οὔτε τὸ στάσιμον, οὔτε τὸ ὄρθιον εἶχεν· οὐ γὰρ ἦν ἀλήθεια, ἀλλὰ σκιά· ἐκεῖνα σκιά, ταῦτα ἀλήθεια· ἐκεῖνα τύπος, ταῦτα πράγματα.