ΙΩΑΝΝΟΥ τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ, Λόγος εἰς τὸν Προφήτην ΗΛΙΑΝ.

Σήμερον δὲ ὑπὲρ τῶν αὐτῶν διὰ τοῦτο ἐξῆλθον τὸν λόγον εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεύς, ἀλλ’ ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται οἱ ἁμαρτάνοντες. Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεύς, τοὺς ἁμαρτάνοντας παραχρῆμα ἂν ἐκόλαζεν· ἀλλὰ διὰ τοῦτο ἄνθρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμοφύλοις. Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολύν, συνεχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι, ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλανθρωπότεροι γένωνται. Καὶ Πέτρον παρήγαγον τὸν τοιοῦτον Ἀπόστολον, συγχωρηθέντα μὲν ἁμαρτῆσαι, μετανοίᾳ δὲ ἐξαλείψαντα τὴν ἁμαρτίαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ. Δεῦρο δὴ καὶ ἐπὶ τὸν Ἠλίαν ἐπανέλθωμεν, καὶ δείξωμεν αὐτοῦ τὸ πέλαγος τῶν κατορθωμάτων, ὅτι Θεὸς μὲν ἠθέλησε φιλανθρωπεύσασθαι, Ἠλίας δὲ οὐκ ἐφιλανθρωπεύσατο· καὶ ἤθελε δοῦναι ὑετόν, ἀλλ’ ἐζήτει ἀξίωσιν παρὰ τοῦ δούλου. Τί οὖν; Παρῆλθεν ὁ Ἠλίας ὅλην τὴν ὁδόν, καὶ ἦλθεν εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ εἶδε γυναῖκα χήραν τινὰ ξυλευομένην. Ἀλλ᾽ ὅμως βλέπε τοῦ Ἠλία τὴν φιλοσοφίαν καὶ τὴν πίστιν. Πάλιν ἄλλο πέλαγος αὐτὸν διεδέξατο ἀρετῆς.

Οὐκ εἶπε τῷ Θεῷ πρός τίνα μὲ πέμπεις; τοσούτους με ποιεῖς κινδύνους ὑπομεῖναι, καὶ πρὸς χήραν μὲ πέμπεις εἰς ἔσχατον λιμόν; μὴ γὰρ οὐκ εἰσὶν ἄλλοι ἄνδρες εὐπορώτεροι, δυνάμενοι τὴν πενίαν μου παραμυθήσασθαι; ἀλλὰ τοσαύτην γῆν βαδίζω, ἵνα πρὸς χήραν ἀπαντήσω, εἰς αὐτὴν τὴν συμφορὰν τῶν κακῶν, καὶ οὐ μόνον χήραν, ἀλλὰ καὶ πενιχράν; Ἐννόησον πῶς οὐδὲν τούτων εἶπεν ὁ θεράπων· ἐθάρρει γὰρ τῷ ἑαυτοῦ Δεσπότῃ τῷ ἐκ τῶν ἀδυνάτων δυνατὰ ποιοῦντι. Ἄπελθε, φησίν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ ἰδοὺ μία χήρα ξυλευομένη. Τί οὖν ἐπιβαίνεις ἔτι, Ἠλία; τί δὲ προστρέχεις τῇ χήρᾳ; εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς μετριότητος· εἶδες τὴν εἴσοδον τῆς πενίας, μηδὲν ἐρώτα περὶ τῶν ἔνδον. Ποῦ ἐπεισέρχῃ Ἠλία; εἶδες ξυλευομένην καὶ τραφῆναι ζητεῖς παρ’ αὐτῆς;

Ἀλλ’ ὅμως ἔχων ἐνέχυρον τοῦ Δεσπότου τὸν λόγον, ἀπήει διαλεγόμενος τῇ χήρᾳ. Καὶ τί φησι; Δός μοι μικρὸν ὕδωρ, ἵνα πίω. Ὁρᾷς σοφίαν τοῦ Ἠλιού; πῶς οὐκ εὐθέως ἐπὶ τὸ ἰσχυρότερον ἀπῆλθεν, ἀλλ’ ἐπὶ τὸ εὐτελέστερον; οὐκ εἶπε· δός μοι ἄρτον, ἀλλὰ δός μοι ὕδωρ. Πρῶτον ὕδωρ ζητεῖ, στοχαζόμενος ὅτι, ἂν εὐπορήσῃ ὕδατος δύναται καὶ ἄρτον εὐπορῆσαι. Δός μοι, φησί, μικρὸν ὕδωρ. Ἀπελθοῦσα δὲ ἡ χήρα ἤνεγκεν αὐτῷ καὶ ἔπιε· καὶ οὕτω θαρσήσας φησί· λήψει δή μοι καὶ ψωμὸν ἄρτου, καὶ φάγομαι.


Ὑποσημειώσεις

[1] Δὲν συμπεριελήφθη ἐνταῦθα τὸ ἀφορῶν τὸν Ἀπόστολον Πέτρον μέρος, ὡς ἄσχετον μὲ τὴν παροῦσαν ἑορτήν.