ΙΩΑΝΝΟΥ τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ, Λόγος εἰς τὸν Προφήτην ΗΛΙΑΝ.

Ἡ δὲ εἶπε πρὸς αὐτόν· Ζῇ Κύριος, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὃ ποιήσομεν καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα. Τί οὖν ὁ Ἠλίας; Ἄπελθε, φησί, καὶ ποίησόν μοι ἐγκρυφίαν καταμόνας καὶ φάγω, καὶ οὕτω ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται.

Τί ποιεῖς, Ἠλία; ἔστω, ἄρτον θέλεις, τί καὶ καταμόνας καὶ ἐν πρώτοις ζητεῖς; οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φάγῃς; σὺ θέλεις φαγεῖν μόνος, καὶ λιμῷ τὰ τέκνα πνῖξαι; (Πνῖξαι οὐ θέλω, ἀλλ’ εὐεργετῆσαι θέλω· οἶδα τὴν ἀφθονίαν τοῦ ἐμοῦ Δεσπότου). Ἀλλ’ ὅμως ἡ χήρα οὐκ ἐταράχθη οὐδὲ ἐνενόησέ τι τοιοῦτον ἀτόπημα, οὔτε εἶπε· Σὺ εἶ ὁ τὸν λιμὸν τοῦτον ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ λιμοῦ διατραφῆναι θέλεις παρ’ ἐμοῦ; οὔτε εἶπεν, ὅτι τοιοῦτον κόσμον παρῆλθες, καὶ πρὸς ἐμὲ ἦλθες λιμῷ καταφθεῖραι τὰ παιδία μου, αὐτὸς αἴτιος τοῦ λιμοῦ γενόμενος; ἀλλ’ Ἀβραμιαία τις γενομένη ἡ γυνὴ εἰσελθοῦσα ἐποίησε κατὰ τὸ ρῆμα τοῦ Προφήτου, καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ μᾶλλον τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ εὔπορος ὤν, ἐξένισεν ἀγγέλους· αὕτη δὲ ἐκ λιμοῦ προσδοκῶσα θάνατον, ἐξένισε τὸν Προφήτην. Καὶ ἦν ἰδεῖν τὴν φύσιν καταφρονουμένην, καὶ φιλοξενίαν τιμωμένην· ἦν ἰδεῖν σπλάγχνα ριπτόμενα, καὶ Προφήτην δεχόμενον· ὁλόκληρον δῆμον τέκνων τάφον εἰργάσατο· ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκασιν, ὅσον δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἔζων καὶ ἐκρατύνοντο.

Οὐκ οἶδα πῶς ἐγκωμιάσω τὴν χήραν· πῶς τέκνων κατεφρόνησε καὶ φιλοξενίαν ἐποίησε, πῶς ἡ φύσις αὐτὴ οὐ κατενάρκησε, πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη, πῶς τὰ σπλάγχνα οὐ διελύθη βλέποντα δῆμον ὁλόκληρον τέκνων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι. Ἀλλ’ ἀνωτέρα πάντων ἐγένετο, καὶ τὸν Προφήτην ἐξένισεν. Ὡς ἔλαβε δὴ ὁ Προφήτης καὶ ἔφαγε, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδωσιν· ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν στάχυν κομῶντα τῆς φιλοξενίας ἐθέρισε. Τί γάρ φησι πρὸς αὐτὴν Ἠλίας; Ζῇ Κύριος, ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνός, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἐν ἀνάγκῃ τὸν καρπὸν παρέχοντα, καὶ διὰ τοῦ λόγου τοῦ Προφήτου τὴν χήραν διατρέφοντα. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας· οὐ βροχή, οὐχ ὑετός, οὐκ ἔαρ, οὐ θέρος, οὐ καῦμα, οὐκ ἀνέμων ἀνάγκαι, οὐ καιρῶν ἀλλαγαί, ἀλλὰ μόνος εἷς λόγος προελθών, καὶ αὐτὸς ἀπὸ τῆς οἰκείας γνώμης ἐξενεχθείς, χορηγεῖ τὴν ἀφθονίαν τῇ χήρᾳ.


Ὑποσημειώσεις

[1] Δὲν συμπεριελήφθη ἐνταῦθα τὸ ἀφορῶν τὸν Ἀπόστολον Πέτρον μέρος, ὡς ἄσχετον μὲ τὴν παροῦσαν ἑορτήν.