Λόγος εἰς τὴν Θεόσωμον Ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας καθὼς καὶ εἰς τὴν ἐν τῷ ᾍδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον Πάθος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κύπρου.

Καὶ γὰρ πλούσιος, ὅτι τὸν ἀτίμητον μαργαρίτην ἠξιώθη κομίσασθαι· ὄντως πλούσιος, βαλάντιον γὰρ ἐβάστασε γέμον τὸν θησαυρὸν τῆς Θεότητος. Πῶς γὰρ οὐ πλούσιος ὁ τὴν τοῦ κόσμου ζωὴν καὶ σωτηρίαν κτησάμενος; Πῶς οὐ πλούσιος Ἰωσήφ, δῶρον δεξάμενος τὸν πάντας τρέφοντα καὶ πάντων δεσπόζοντα; «Ὀψίας δὲ γενομένης» (Ματθ. κζ’ 57), ἦν γὰρ λοιπὸν δύσας ἐν ᾍδη ὁ τῆς δικαιοσύνης Ἥλιος; Διὸ ἦλθεν ἄνθρωπος πλούσιος, τοὔνομα Ἰωσὴφ ὁ ἐξ Ἀριμαθαίας, ὃς ἦν κεκρυμμένος διὰ τὸν φόβον τῶν Ἰουδαίων· ἦλθε δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτός.

Μυστήρια μυστηρίων ἀπόκρυφα· δύο κρυπτοὶ μαθηταί, κατακρύψαι Ἰησοῦν ἐν Τάφῳ ἔρχονται. Τὸ κρυπτὸν ἐν ᾍδῃ μυστήριον τοῦ κρυπτοῦ Θεοῦ ἐν σαρκί, διὰ τῆς ἰδίας κρύψεως διδάσκονται, ἕτερος τῷ ἑτέρῳ ὑπερβάλλων τῇ πρὸς Χριστὸν διαθέσει. Ὁ μὲν γὰρ Νικόδημος ἐν τῇ σμύρνῃ καὶ τῇ ἀλόῃ μεγαλόψυχος, ὁ δὲ Ἰωσὴφ ἐν τῇ πρὸς Πιλᾶτον τόλμῃ καὶ παρρησίᾳ ἀξιέπαινος. Οὗτος γὰρ πάντα φόβον ἀπορριψάμενος, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, αἰτούμενος τὸ Σῶμα τοῦ Ἰησοῦ. Καὶ εἰσελθὼν πανσόφως ἐχρήσατο, ἵνα τοῦ ποθουμένου σκοποῦ ἐντὸς γένηται. Διὸ οὐ κέχρηται πρὸς Πιλᾶτον κόμποις τισί, ἵνα μὴ εἰς ὀργὴν τοῦτον ἐξάψας, ἐκπέσῃ τῆς αἰτήσεως· οὐδὲ λέγει πρὸς αὐτόν, δός μοι τὸ Σῶμα τοῦ Ἰησοῦ, τοῦ πρὸ βραχέος τὸν ἥλιον σκοτίσαντος, καὶ τὰς πέτρας ρήξαντος καὶ τὴν γῆν ἀνοίξαντος καὶ τὸ καταπέτασμα τοῦ Ναοῦ σχίσαντος· οὐδὲν τοιοῦτον πρὸς τὸν Πιλᾶτον λέγει, ἀλλὰ τί;

Αἴτησίν τινα οἰκτράν, ὦ κριτά, καὶ τοῖς πᾶσι μικρὰν αἰτούμενος πρὸς σὲ παραγέγονα· δός μοι νεκρὸν πρὸς ταφὴν τὸ Σῶμα ἐκείνου, τοῦ παρὰ σοῦ κατακριθέντος Ἰησοῦ τοῦ Ναζωραίου, Ἰησοῦ τοῦ ξένου, Ἰησοῦ τοῦ πτωχοῦ, Ἰησοῦ τοῦ ἀοίκου, Ἰησοῦ τούτου τοῦ κρεμαμένου γυμνοῦ, Ἰησοῦ τοῦ τέκτονος, υἱοῦ τοῦ εὐτελοῦς, τοῦ δεσμίου, τοῦ αἰθρίου, τοῦ ξένου καὶ ἐπὶ ξένοις ἀγνωρίστου καὶ εὐκαταφρονήτου ἐπὶ πᾶσι κρεμαμένου. Δός μοι τοῦτον τὸν ξένον, ἐκ μακρᾶς γὰρ ἦλθε τῆς χώρας ὧδε, ἵνα σώσῃ τὸν ξένον· δός μοι τοῦτον τὸν ξένον, κατῆλθε γὰρ εἰς γῆν σκοτεινὴν ἀνενέγκαι τὸν ξένον· δός μοι τοῦτον τὸν ξένον, αὐτὸς γὰρ καὶ μόνος ὑπάρχει ξένος· δός μοι τοῦτον τὸν ξένον, οὗτινος τὴν χώραν ἀγνοοῦμεν οἱ ξένοι. Δός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν πατέρα ἀγνοοῦμεν οἱ ξένοι. Δός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν τρόπον καὶ τόπον ἀγνοοῦμεν οἱ ξένοι· δός μοι τοῦτον τὸν ξένον, τὴν ξένην ζωὴν καὶ βίον ζήσαντα ἐπὶ ξένοις· δός μοι τοῦτον τὸ ξένον, τὸν μὴ ἔχοντα ὧδε ποῦ τὴν κεφαλὴν κλῖναι· δός μοι τοῦτον τὸν ξένον, τὸν ὡς ξένον ἐπὶ ξένοις ἄοικον καὶ ἐπὶ φάτνης τεχθέντα.


Ὑποσημειώσεις

[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».