Σελίδα 14 από 14
Ἐπὶ τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· διὸ ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ὁ γὰρ Πατὴρ ὁ οὐράνιος τὸ ἀπολωλὸς ἐκδέχεται πρόβατον· τὰ ἐνενήκοντα ἐννέα πρόβατα τῶν Ἀγγέλων τὸν σύνδουλον Ἀδὰμ ἀναμένουσι, πότε ἀναστῇ, πότε ἀνέλθῃ καὶ πρὸς Θεὸν ἐπανέλθῃ. Ὁ Χερουβικὸς θρόνος ηὐτρέπισται· οἱ ἀναφέροντες ὀξεῖς τε καὶ ἕτοιμοι· ὁ Νυμφὼν παρεσκεύασται· τὰ δεῖπνα ἕτοιμα· οἱ θησαυροὶ τῶν ἀγαθῶν ἠνεῴχθησαν, ἡ τῶν Οὐρανῶν Βασιλεία πρὸ αἰώνων ἡτοίμασται· «ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσεν» (Α’ Κορ. β’ 9) ἀγαθὰ τὸν ἄνθρωτον ἀναμένουσι. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ Δεσπότου λέγοντος, ἀνίσταται σὺν αὐτῷ ὁ ἐν αὐτῷ ἡνωμένος Ἀδάμ· καὶ συνανίσταται Εὔα. Ἀλλὰ καὶ πολλὰ σώματα τῶν ἀπ’ αἰῶνος κεκοιμημένων Ἁγίων ἀνέστησαν, κηρύττοντα τὴν τοῦ Δεσπότου τριήμερον Ἀνάστασιν· ἣν φαιδρῶς οἱ πιστοὶ ὑποδεξώμεθα καὶ περιπτυξώμεθα, μετὰ Ἀγγέλων χορεύοντες, μετὰ Ἀρχαγγέλων ἑορτάζοντες ὁμοῦ καὶ δοξάζοντες τὸν ἡμᾶς ἐκ τῆς φθορᾶς Χριστὸν ἀναστήσαντα. ᾯ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀθανάτῳ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ ὁμοουσίῳ Πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΠΙΣΤΡΟΦΗ
Ὑποσημειώσεις
[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».