Λόγος εἰς τὴν Θεόσωμον Ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας καθὼς καὶ εἰς τὴν ἐν τῷ ᾍδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον Πάθος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κύπρου.

Δός μοι τοῦτον τὸν ξένον τὸν ἐξ αὐτῆς τῆς φάτνης ὡς ξένον ἐξ Ἡρῴδου φυγόντα· δός μοι τοῦτον τὸν ξένον [1], τὸν ἐξ αὐτῶν τῶν σπαργάνων ἐν Αἰγύπτῳ ξενωθέντα· οὐ πόλιν, οὐ κώμην, οὐκ οἶκον, οὐ μονήν, οὐ συγγενῆ, ἀλλ’ ἐπ’ ἀλλοδαπῆς χώρας σὺν τῇ μητρὶ ἔχοντα τὴν οἴκησιν, τὸν πάντα κατέχοντα. Δός, ὦ ἡγεμών, τοῦτον τὸν ἐπὶ ξύλου γυμνὸν σκεπάσω, τὸν τῆς ἐμῆς φύσεως σκεπάσαντα τὴν γύμνωσιν· δός μοι τοῦτον τὸν νεκρὸν θάψω, τὸν ἐν Ἰορδάνῃ τὴν ἐμὴν ἁμαρτίαν ἐνθάψαντα· ὑπὲρ νεκροῦ παρακαλῶ, ὑπὸ πάντων ἀδικηθέντος, ὑπὸ μαθητοῦ προδοθέντος, ὑπὸ φίλων καταλειφθέντος, ὑπὸ ἀδελφῶν διωχθέντος, ὑπὸ οἰκείου δούλου ραπισθέντος· ὑπὲρ νεκροῦ πρεσβεύω, ὑπὸ τῶν ὑπ’ αὐτοῦ ἐκ δουλείας ἐλευθερωθέντων κατακριθέντος, ὑπὸ τῶν ὑπ’ αὐτοῦ ἰαθέντων τραυματισθέντος, ὑπὸ μαθητῶν καταλειφθέντος, αὐτῆς τῆς μητρὸς ἀποστερηθέντος. Ὑπὲρ νεκροῦ, ὦ Πιλᾶτε, δυσωπῶ, ἐπὶ ξύλου κρεμαμένου, οὐ γὰρ πάρεστι τούτῳ, οὐ πατὴρ ἐπὶ γῆς, οὐ φίλος τις, οὐ μαθητής, οὐ συγγενής, οὐκ ἐνταφιαστής, ἀλλ’ αὐτὸς μόνος τοῦ μόνου Πατρὸς μονογενὴς Υἱὸς ἐν κόσμῳ Θεὸς καὶ ἄλλος οὐδείς.

Τούτων οὖν ὑπὸ Ἰωσὴφ πρὸς Πιλᾶτον εἰρημένων, ἐκέλευσε δοθῆναι τὸ Σῶμα τοῦ Ἰησοῦ· καὶ ἐλθὼν ἐπὶ τὸν Γολγοθᾶ τόπον, καθεῖλε Θεὸν ἐν σαρκὶ ἀπὸ τοῦ ξύλου καὶ τίθησιν ἐπὶ τῆς γῆς σαρκὶ Θεὸν γυμνόν· καὶ ὁρᾶται κείμενος κάτω, ὁ πάντας ἑλκύσας ἄνω καὶ γίνεται πρὸς βραχὺ ἄπνους ἡ πάντων ζωὴ καὶ πνοή καὶ ὁρᾶται ἀόμματος, ὁ κτίσας πολυόμματα· καὶ κεῖται ὕπτιος, ἡ πάντων ἀνάστασις· καὶ νεκροῦται Θεὸς ἐν σαρκί, ὁ τοὺς νεκροὺς ἀνιστῶν· καὶ σιγᾷ ἐν σαρκὶ ἡ τοῦ Θεοῦ Λόγου βροντή· καὶ αἴρεται παλάμαις, ὁ τὴν γῆν κατέχων δρακί. Ἆρα γὰρ ἆρα, ὦ Ἰωσήφ, αἰτήσας καὶ λαβών, οἶδας ὃν εἴληφας; Ἆρα προσελθὼν τῷ Σταυρῷ καὶ καθελὼν Ἰησοῦν, οἶδας τίνα ἐβάστασας; Εἰ ὄντως οἶδας, νῦν γέγονας πλούσιος· πῶς γὰρ καὶ ἆρα τὴν θεόσωμον ταύτην καὶ φρικωδεστάτην Ἰησοῦ ἐπιτελεῖς κηδείαν; Ἐπαινετὸς μέν σου ὁ πόθος, ἀλλ’ ἐπαινετώτερος ὁ τῆς ψυχῆ σου τρόπος. Ἆρα γὰρ ἆρα, οὐ φρίττεις, ὃν τὰ Χερουβὶμ φρίττει, ἐπὶ χειρῶν βαστάζων; Ποίῳ γὰρ φόβῳ τῆς θείας ἐκείνης σαρκὸς ἀπογυμνοῖς τὸ λέντιον; Πῶς δὲ ἆρα εὐλαβῶς τὰ σὰ ὄμματα κατέστελλες, φρίττων ἐνατενίζειν φύσιν σαρκὸς Θεοῦ τοῦ ὑπὲρ φύσιν;


Ὑποσημειώσεις

[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».