Νυκτὶ Χριστὸς ἐν Βηθλεέμ γεννᾶται, νυκτὶ πάλιν ἐν Σιὼν ἐκ νεκρῶν ἀναγεννᾶται. Σπήλαιον ἐκ πέτρας ὅπου Χριστὸς γεννᾶται, πάλιν σπήλαιον ἐκ πέτρας, ὅπου Χριστὸς ἀναγεννᾶται. Σπάργανα εἰς τὴν Γέννησιν καταδέχεται, σπαργάνοις καὶ ἐνταῦθα ἐνειλίσσεται. Ἐκεῖ σμύρναν καταδέχεται, καὶ ἐνταῦθα σμύρναν καὶ ταφὴν καὶ ἀλόην καταδέχεται. Ἐκεῖ Ἰωσὴφ ὁ ἄνανδρος ἀνὴρ τῆς Μαρίας καὶ ὧδε Ἰωσὴφ ὁ ἐξ Ἀριμαθαίας. Ἐκεῖ πρῶτοι ποιμένες τὴν Χριστοῦ εὐαγγελίζονται Γέννησιν ἀλλὰ καὶ πρῶτοι πάντων ποιμένες, οἱ Χριστοῦ Μαθηταί, τὴν ἐκ νεκρῶν Αὐτοῦ ἀναγέννησιν εὐηγγελίσθησαν. Ἐκεῖ «χαῖρε» ὁ Ἄγγελος τῇ Παρθένῳ ἐβόησε, καὶ ἐνταῦθα χαίρετε ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος Χριστὸς ταῖς γυναιξὶν ἀνακέκραγεν. Ἐν τῇ πρώτῃ Γεννήσει Χριστός, μετὰ τεσσαράκοντα ἡμέρας εἰσῆλθεν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰς τὸν Ναὸν καὶ προσήγαγε ζεῦγος τρυγόνων τῷ Θεῷ ὡς πρωτότοκος· ἀλλὰ καὶ ἐν τῇ ἐκ νεκρῶν αὐτοῦ ἀναγεννήσει, Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας ἀνῆλθεν εἰς τὴν ἄνω Ἱερουσαλήμ, ὅθεν οὐκ ἐχωρίσθη, εἰς τὰ ὄντως ἅγια τῶν ἁγίων, ὡς πρωτότοκος ἄφθαρτος ἐκ νεκρῶν καὶ προσήγαγε τῷ Θεῷ καὶ Πατρὶ δύο ἀμώμους τρυγόνας, τὴν ψυχὴν καὶ τὴν σάρκα τὴν ἡμετέραν· Ὃν καὶ ὑπεδέξατο ὁ Συμεών, τίς; ὁ παλαιὸς τῶν ἡμερῶν Θεός, ὡς ἐν ἀγκάλαις ἐν ἰδίοις κόλποις ἀπεριγράπτως. Εἰ δὲ μυθικῶς ταῦτα, ἀλλ’ οὐ πιστῶς ἀκούεις, κατηγοροῦσί σου αἱ ἄλυτοι σφραγῖδες τοῦ Δεσποτικοῦ τῆς ἀναγεννήσεως τοῦ Χριστοῦ μνήματος· ὥσπερ γὰρ ἐσφραγισμένων τῶν πανεμφύτων μητρανοίκτων κλείθρων τῆς παρθενικῆς φύσεως, Χριστὸς ἐκ Παρθένου γεγέννηται, οὕτως ἀδιανοίκτων ὄντων τῶν τοῦ Τάφου σφραγίδων, ἡ Χριστοῦ ἐκ νεκρῶν ἀναγέννησις πέπρακται.
Πῶς δὲ ἐν Τάφῳ καὶ πότε καὶ ὑπὸ τίνος Χριστὸς ἡ ζωὴ κατατίθεται; Τῶν ἱερῶν λογίων ἀκούσωμεν· «Ὀψίας γενομένης, φησίν, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ· οὗτος τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ» (Μάρκ. ιε’ 42, Ματθ. κζ’ 57). Εἰσῆλθε βροτὸς πρὸς βροτόν, αἰτούμενος λαβεῖν τὸν Θεὸν τῶν βροτῶν· αἰτεῖ πηλὸς τὸν πηλόν, λαβεῖν τὸν πάντων πλαστουργόν. Ὁ χόρτος παρὰ τοῦ χόρτου, κομίσασθαι τὸ οὐράνιον πῦρ· ἡ σταγὼν ἡ οἰκτρά, παρὰ σταγόνος λαμβάνει τὴν ἄβυσσον. Τίς εἶδε, τίς ἤκουσε πώποτε; ἄνθρωπος ἀνθρώπῳ τὸν ποιητὴν τῶν ἁπάντων χαρίζεται. Κριτὴς ἄκριτος ὡς κατάκριτον τὸν κριτὴν τῶν κριτῶν εἰς ταφὴν ἀφίησιν. Ὀψίας τοίνυν γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ· ὄντως πλούσιος, ὡς πᾶσαν τὴν τοῦ Κυρίου ὑπόστασιν κομισάμενος· ἀληθῶς πλούσιος, ὅτι τὴν διττὴν οὐσίαν τοῦ Χριστοῦ παρὰ Πιλάτου ἔλαβε.