Ἦλθε, γάρ, φησιν, Ἰωσὴφ καὶ Νικόδημος· οὐκοῦν συνέδραμε καὶ πᾶς ὁ τῶν Ἀγγέλων χορὸς καὶ προφθάνει Χερουβὶμ καὶ συντρέχει Σεραφὶμ καὶ συμβαστάζουσι θρόνοι καὶ συγκαλύπτουσι τὰ ἑξαπτέρυγα καὶ φρίττει τὰ πολυόμματα, ὁρῶντα Ἰησοῦν ἐν σαρκὶ ἀόμματον· καὶ συγκαλύπτουσι δυνάμεις καὶ ᾄδουσιν αἱ ἀρχαὶ καὶ φρίττουσιν αἱ τάξεις καὶ ἐξίστανται πᾶσαι αἱ δυνάμεις καὶ θαμβούμεναι πρὸς ἑαυτὰς καὶ διαποροῦσαι λέγουσι. Τίς οὗτος ὁ φοβερὸς λόγος καὶ φόβος καὶ τρόμος καὶ τρόπος; Τί τοῦτο τὸ μέγα καὶ παράδοξον καὶ ἀκατάληπτον θέαμα; Ὁ ἄνω ἡμῖν τοῖς ἀσωμάτοις ὡς Θεὸς ἀθεώρητος φρικτός, κάτω βροτὸς γυμνὸς καὶ νεκρὸς ὁρᾶται; ᾯ παρίστανται τὰ Χερουβὶμ μετ’ εὐλαβείας, τοῦτον Ἰωσὴφ καὶ Νικόδημος κηδεύουσι μετ’ ἀδείας. Πότε κατῆλθεν ὁ τὰ ἄνω μὴ λιπών; Πῶς ἐξῆλθεν ὁ ἔσω ὤν; Πῶς ἐπὶ γῆς ἦλθεν ὁ τὰ πάντα πληρῶν; Πῶς ἐξέδυ ὁ πάντας λαβών; Ὁ ἄνω μετὰ Πατρὸς ὡς Θεὸς ἀνελλιπῶς, κάτω μετὰ μητρὸς ὡς βροτὸς ἀληθῶς ἀνελλιπῶς, ὁ οὐ πώποτε ἡμῖν ἐκφανθεὶς ἀνθρώποις, ὡς ἄνθρωπος ὁμοῦ καὶ φιλάνθρωπος ἐπιφαίνεται;
Πῶς ὁ ἀόρατος ὡράθη; Πῶς ὁ ἄϋλος ἐσαρκώθη; Πῶς ὁ ἀπαθὴς ἔπαθε; Πῶς ὁ κριτὴς εἰς κριτήριον παρέστη; Πῶς ἡ ζωὴ θανάτου ἐγεύσατο; Πῶς ἐν Τάφῳ ὁ ἀχώρητος χωρεῖται; Πῶς οἰκεῖ τὸ μνῆμα, ὁ μὴ λιπὼν τὸν κόλπον τὸν πατρικόν; Πῶς σπηλαίου πύλην εἰσέρχεται, ὁ πύλας οὐρανῶν μὴ ἀνοίξας; Ἀλλὰ πύλας Παραδείσου ἀνοίξας, τὰς δὲ πύλας τῆς Παρθένου μὴ διαρρήξας; Ἀλλὰ πύλας τὰς τοῦ ᾍδου συντρίψας καὶ πύλας ἐπὶ Θωμᾶ μὴ ἀνοίξας; Ὁ τὰς πύλας τῆς Βασιλείας ἀνθρώποις ἀνοίξας, τὰς δὲ πύλας τοῦ Τάφου καὶ σφραγῖδας αὐτανοίκτους διασῴζων; Πῶς δὲ ἐν νεκροῖς λογίζεται, ὁ ἐν νεκροῖς ἐλεύθερος; Πῶς τὸ Φῶς τὸ ἀνέσπερον ἐν σκότει καὶ σκιᾷ παραγίνεται; Ποῦ πορεύεται; Ποῦ κατέρχεται ὁ ὑπὸ θανάτου κρατηθῆναι μὴ δυνάμενος; Τίς ὁ λόγος; Τίς ὁ τρόπος; Τίς ἡ βουλὴ τῆς ἐν τῷ ᾍδῃ Αὐτοῦ καταβάσεως; Τάχα τὸν Ἀδὰμ τὸν κατάδικον καὶ ἡμῶν σύνδουλον ἀνιέναι κατέρχεται; Ὄντως τὸ πρωτόπλαστον καὶ ἀπολωλὸς πρόβατον ἐπιζητῆσαι πορεύεται πάντως καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους βούλεται ἐπισκέψασθαι· πάντως καὶ τὸν αἰχμάλωτον Ἀδὰμ καὶ τὴν συναιχμάλωτον Εὔαν, τῶν ὠδίνων λῦσαι πορεύεται ὁ Θεὸς καὶ υἱὸς αὐτῶν.