ΤΙ τοῦτο σήμερον, σιγὴ πολλὴ ἐν τῇ γῇ; Σιγὴ πολλὴ καὶ ἡρεμία πολλή· σιγὴ πολλή, ὅτι ὁ Βασιλεὺς ὑπνοῖ· γῆ ἐφοβήθη καὶ ἡσύχασεν, ὅτι ὁ Θεὸς ἐν σαρκὶ ὕπνωσεν. Ὁ Θεὸς ἐν σαρκὶ τέθνηκε καὶ ὁ ᾍδης ἐτρόμαξεν· ὁ Θεὸς πρὸς βραχὺ ὕπνωσε καὶ τοὺς ἀπ’ αἰῶνος ὑπνοῦντας ἐκ τοῦ ᾍδου ἀνέστησε. Ποῦ ποτε νῦν εἰσιν αἱ πρὸ βραχέος ταραχαὶ καὶ φωναὶ καὶ θόρυβοι κατὰ Χριστοῦ οἱ παράνομοι; Ποῦ οἱ δῆμοι καὶ αἱ στάσεις καὶ αἱ τάξεις καὶ τὰ ὅπλα καὶ δόρατα; Ποῦ οἱ βασιλεῖς καὶ ἱερεῖς καὶ κριταὶ οἱ κατάκριτοι; Ποῦ αἱ λαμπάδες καὶ μάχαιραι καὶ θρῦλοι οἱ ἄτακτοι; Ποῦ οἱ λαοὶ καὶ τὸ φρύαγμα καὶ ἡ κουστωδία ἡ ἄσεμνος; Ἀληθῶς ὄντως, ἐπεὶ καὶ ὄντως ἀληθῶς, λαοὶ μεμελέτηκαν κενὰ καὶ μάταια. Προσέκοψαν τῷ ἀκρογωνιαίῳ Λίθῳ Χριστῷ, ἀλλ’ αὐτοὶ συνετρίβησαν· προσέρρηξαν τῇ Πέτρᾳ τῇ στερεᾷ, ἀλλ’ εἰς ἀφρὸν τὰ κύματα διελύθησαν· προσέκοψαν τῷ ἀηττήτῳ ἄκμονι, ἀλλ’ αὐτοὶ κατεθλάσθησαν. Ὕψωσαν ἐπὶ ξύλου τὴν πέτραν καὶ κατελθοῦσα αὐτοὺς ἐθανάτωσεν· ἐδέσμευσαν τὸν μεγάλον Σαμψὼν Ἥλιον Χριστόν, ἀλλὰ λύσας τὰ ἀπ’ αἰῶνος δεσμά, τοὺς ἀλλοφύλους καὶ παρανόμους ἀπώλεσεν· ἔδυ ὁ Θεὸς Ἥλιος Χριστὸς ἐπὶ γῆς καὶ σκότος πανέσπερον Ἰουδαίοις ἐποίησε.
Σήμερον σωτηρία τοῖς ἐπὶ γῆς καὶ τοῖς ἀπ’ αἰῶνος ὑπὸ κάτω τῆς γῆς. Σήμερον σωτηρία τῷ κόσμῳ ὅσος τε ὁρατὸς καὶ ὅσος ἀόρατος· διττὴ σήμερον τοῦ Δεσπότου παρουσία· διττὴ οἰκονομία· διττὴ φιλανθρωπία· διττὴ κατάβασις ὁμοῦ καὶ συγκατάβασις· διττὴ πρὸς ἀνθρώπους ἐπίσκεψις ἀπ’ οὐρανοῦ ἐπὶ τὴν γῆν, ἀπὸ τῆς γῆς ὑπὸ τὴν γῆν Χριστὸς παραγίνεται. Πύλαι ᾍδου ἀνοίγονται, οἱ ἀπ’ αἰῶνος κεκοιμημένοι ἀγάλλεσθε· οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου καθήμενοι, τὸ μέγα Φῶς ὑποδέξασθε. Μετὰ τῶν δούλων ὁ Δεσπότης μετὰ τῶν νεκρῶν ὁ Θεός· μετὰ τῶν θνητῶν ἡ ζωή· μετὰ τῶν ὑπευθύνων ὁ ἀνεύθυνος· μετὰ τῶν ἐν σκότει τὸ ἀνέσπερον Φῶς· μετὰ τῶν αἰχμαλώτων ὁ ἐλευθερωτής· μετὰ τῶν κατωτάτων ὁ ὑπεράνω τῶν οὐρανῶν. Χριστὸς ἐπὶ γῆς, πεπιστεύκαμεν Χριστὸς ἐν νεκροῖς, συγκατέλθωμεν· μάθωμεν καὶ τὰ ἐκεῖ μυστήρια· Γνῶμεν Θεοῦ κρυπτοῦ κρυπτὰ ὑπὸ γῆν θαυμάσια· μάθωμεν πῶς καὶ τοῖς ἐν ᾍδῃ ἐπεφάνη τὸ κήρυγμα.
Τί οὖν; Πάντας ἁπλῶς σῴζει ἐπιφανεὶς ἐν ᾍδη Θεός; Οὔ, ἀλλὰ κἀκεῖ τοὺς πιστεύσαντας. Χθὲς τὰ τῆς οἰκονομίας, σήμερον τὰ τῆς ἐξουσίας· χθὲς τὰ τῆς ἀσθενείας, σήμερον τὰ τῆς αὐθεντίας· χθὲς τὰ τῆς ἀνθρωπότητος, σήμερον τὰ τῆς Θεότητος ἐνδείκνυται.