Λόγος εἰς τὴν Θεόσωμον Ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας καθὼς καὶ εἰς τὴν ἐν τῷ ᾍδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον Πάθος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κύπρου.

ποίας γὰρ συμμαχίας ὁ παντοδύναμος ἐπιδέεται Χριστός; Ἀλλ’ ὀφειλούσας ἀεὶ καὶ φιλούσας τῷ ἑαυτῶν παρεστάναι Θεῷ· φερεγχειριδίους τινὰς δορυφόρους ὁπλίτας καὶ σκηπτούχους λαμπροὺς τῆς θείας καὶ δεσποτικῆς σκηπτουχίας, νεύματι μόνῳ σπουδῇ τῷ θείῳ τάχει ἀλλήλας προφθανούσας καὶ εἰς ἔργον ἀγούσας τῇ κελεύσει τὴν πρᾶξιν καὶ τῇ νίκῃ κατεστεμμένας πρὸς ἐχθρῶν καὶ τυράννων παρατάξεις· διὸ δὴ καὶ κάτεισιν ἐπὶ τὰ ἐνᾴδια καὶ γῆς ἁπάσης βαθύτερα, τῶν ἀπ’ αἰῶνος κεκοιμημένων ὑποχθόνια οἰκητήρια, ἐξάξαι τε τοὺς πεπεδημένους καὶ ἀπ’ αἰῶνος κεκοιμημένους.

Ὡς γοῦν τὰ παντόθυρα καὶ ἀνήλια καὶ ἀνέσπερα τοῦ ᾍδου δεσμωτήρια καὶ οἰκητήρια καὶ καταδύσεις καὶ σπήλαια ἡ θεόδημος Δεσπότου κατέλαβεν αἰγληφόρος παρουσία προφθάνει πάντας Γαβριὴλ ὁ Ἀρχιστράτηγος, ἅτε δή, ἅτε ἐξ ἔθους ὢν χαρᾶς εὐαγγέλια ἀνθρώποις φέρειν καί τινα ἰσχυρὰν ἀρχαγγελικωτάτην λαμπρὰν καὶ λεοντιαίαν πρὸς τὰς ἐναντίας δυνάμεις λέγει φωνήν· «Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν (μεθ’ οὗ βοᾷ καὶ Μιχαὴλ) καὶ ἐπάρθητε πύλαι αἰώνιοι» (Ψαλμ. κγ’ 7). Εἶτα καὶ αἱ Δυνάμεις φασίν· «Ἀπόστη σε πυλωροὶ οἱ παράνομοι». Καὶ πάλιν αἱ Ἐξουσίαι μετ’ ἐξουσίας· «Συντρίφθητε αἱ ἁλύσεις αἱ ἄλυτοι». Καὶ ἄλλος· «Αἰσχύνθητε, τύραννοι, ἀνελεήμονες». Καὶ καθάπερ ἐπί τινος φοβερᾶς καὶ ἀηττήτου καὶ παντοδυνάμου βασιλικῆς παρατάξεως, φρίκη καὶ τρόμος ὁμοῦ τε καὶ τάραχος καὶ φόβος κατώδυνος τοῖς τοῦ ἀκαταγωνίστου Δεσπότου διαπίπτει ἐχθροῖς, οὕτω δὴ καὶ ἐπὶ τῆς ἐν ᾍδου ἐκείνης καὶ παραδόξου Χριστοῦ ἐν τοῖς καταχθονίοις παρουσίας ἐξαίφνης ἐγένετο ἄνωθεν ἀστραπῆς ἀμαυρούσης τῶν ἐναντίων τοῦ ᾍδου τὰς ὄψεις δυνάμεων, βροντοφώνων τινῶν ἀκουόντων βοῶν καὶ στρατῶν κελευόντων· «Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν». Ἄρατε πύλας, οὐ γὰρ ἀνοίξατε, ἀλλ’ ἐξ αὐτῶν τῶν θεμελίων ταύτας ἄρατε, ἐκριζώσατε, μεταστήσατε εἰς τὸ μηκέτι κλείεσθαι. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, οὐχ ὡς ἀδυνατοῦντος τοῦ παρόντος Δεσπότου καὶ θυρῶν κεκλεισμένων, ὅτε κελεύει εἰσέρχεσθαι, ἀλλ’ ὡς δραπέταις δούλοις ὑμῖν ἐπιτρέποντος τὴν τῶν πυλῶν τῶν αἰωνίων ἔπαρσιν καὶ μετάστασιν· διὸ οὐ τοῖς δήμοις ὑμῶν, ἀλλ’ αὐτοῖς δοκοῦσι παρ’ ὑμῖν εἶναι ἄρχουσιν, αὐτοῖς ἐπιτρέπει λέγων, ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν.

Οὐκ ἄλλων τινῶν λοιπὸν ἄρχοντες, εἰ καὶ μέχρι τοῦ νῦν τῶν ἀπ’ αἰῶνος κεκοιμημένων κακῶς ἤρξατε, ἀλλ’ οὐκέτι λοιπὸν αὐτῶν, ἀλλ’ οὐδὲ ἄλλων, ἀλλ’ οὐδὲ ἑαυτῶν ἔσεσθε ἄρχοντες· ἄρατε πύλας, πάρεστι γὰρ Χριστὸς ἡ οὐράνιος θύρα· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ τῶν τοῦ ᾍδου δεσμῶν, Κύριος ὄνομα αὐτῷ καὶ τοῦ Κυρίου αἱ διέξοδοι τῶν τοῦ θανάτου πυλῶν.


Ὑποσημειώσεις

[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».