Λόγος εἰς τὴν Θεόσωμον Ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας καθὼς καὶ εἰς τὴν ἐν τῷ ᾍδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον Πάθος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κύπρου.

Διὰ σὲ ὁ Δεσπότης ἔλαβον τὴν σὴν μορφὴν τοῦ δούλου· διὰ σέ, ὁ ὑπεράνω τῶν οὐρανῶν ἦλθον ἐπὶ γῆς καὶ ὑπὸ κάτω γῆς· διὰ σὲ τὸν ἀπὸ κήπου ἐξελθόντα, ἀπὸ κήπου Ἰουδαίοις παρεδόθην καὶ ἐν κήπῳ ἐσταυρώθην. Ἴδε τοῦ προσώπου μου τὰ ἐμπτύσματα, ἅπερ διὰ σὲ κατεδεξάμην, ἵνα σε ἀποκαταστήσω εἰς τὸ ἀρχαῖον ἐμφύσημα· ἴδε μου τῶν σιαγόνων τὰ ραπίσματα, ἃ κατεδεξάμην, ἵνα σου τὴν διαστραφεῖσαν μορφὴν ὀρθώσω εἰς τὸ κατ’ εἰκόνα τὸ πρότερον· ἴδε μου τοῦ νώτου τὴν φραγγέλλωσιν, ἣν κατεδεξάμην, ἵνα σου τὸ φορτίον τῶν ἁμαρτημάτων σκορπίτω· ἴδε μου τὰς προσηλωθείσας χεῖρας, ἃς ἐξέτεινα ἐν τῷ ξύλῳ καλῶς, διὰ σὲ τὸν ἐκτείναντα τὴν χεῖρα ἐν τῷ ξύλῳ κακῶς· ἴδε μου τοὺς προσηλωθέντας καὶ ὀρυχθέντας ἐν τῷ ξύλῳ πόδας, διὰ τοὺς σοὺς πόδας, τοὺς κακῶς δραμόντας ἐπὶ τὸ ξύλον.

Τῇ ἕκτῃ ἡμέρᾳ ἡ ἀπόφασις γέγονε, τῇ ἕκτῃ ἡμέρᾳ καὶ τὴν σὴν ἀνάπλασιν καὶ Παραδείσου ἄνοιξιν πεποίημαι. Ἐγευσάμην διὰ σὲ χολῆς, ἵνα ἰάσωμαί σου τῆς βρώσεως ἐκείνης τῆς γλυκείας τὴν πικρὰν ἡδονήν· ἐγευσάμην ὄξους, ἵνα καταργήσω τοῦ σοῦ θανάτου τὸ δριμὺ καὶ παρὰ φύσιν ποτήριον· ἐδεξάμην σπόγγον, ἵνα ἐξαλείψω τὸ χειρόγραφόν σου τῆς ἁμαρτίας· ἐδεξάμην κάλαμον, ἵνα ὑπογράψω ἐλευθερίαν τῷ γένει τῶν ἀνθρώπων. Ὕπνωσα ἐν τῷ Σταυρῷ καὶ ρομφαίᾳ ἐνύχθην τὴν πλευράν, διὰ σὲ τὸν ἐν Παραδείσῳ ὑπνώσαντα καὶ τὴν Εὔαν ἐκ πλευρᾶς ἐξενέγκαντα. Ἡ ἐμὴ πλευρὰ ἰάσατο τὸ ἄλγος σου τῆς πλευρᾶς· ὁ ἐμὸς ὕπνος ἐξάξει σε τοῦ ἐν τῷ ᾍδῃ, ὕπνου ἡ ἐμὴ ρομφαία ἔστησε τὴν κατὰ σοῦ στρεφομένην ρομφαίαν. Λοιπὸν ἔγειραι, ἄγωμεν ἐντεῦθεν· ἐξήγαγόν σε πάλαι ἀπὸ γῆς Παραδείσου, ἀλλὰ ἀποθιστῶ σε τἀνῦν οὐκ ἔτι ἐν Παραδείσῳ, ἀλλ’ ἐν οὐρανίῳ θρόνῳ. Ἐκώλυσά σε τοῦ ξύλου τῆς ζωῆς, ἀλλ’ ἰδοὺ ἐγὼ αὐτὸς ὅλως ἡνώθην σοι ἡ ζωή. Ἔταξα τὰ Χερουβὶμ φυλάττειν σε δουλοπρεπῶς· ποιῶ σε τὰ Σεραφὶμ προσκυνῆσαί σε θεοπρεπῶς. Ἐκρύβης ἀπὸ Θεοῦ ὡς γυμνός, ἀλλ’ ἰδοὺ ἔκρυψας ἐν σεαυτῷ Θεὸν γυμνόν· διὸ ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν. Ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν· ἀπὸ τοῦ σκότους εἰς τὸ αἰώνιον φῶς· ἀπὸ τῆς ὀδύνης εἰς εὐφροσύνην· ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν· ἀπὸ φυλακῆς εἰς τὴν ἄνω Ἱερουσαλήμ· ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν ἄνεσιν· ἀπὸ τῆς κατοχῆς ἐπὶ τὴν τοῦ Παραδείσου τρυφήν· ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν.


Ὑποσημειώσεις

[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».