Ταῦτα αἱ δεσποτικαὶ τοῦ Δεσπότου Δυνάμεις ταῖς ἐναντίαις δυνάμεσιν ἔλεγον ὁμοῦ τε καὶ κατέσπευδον· καὶ οἱ μὲν τὸ δεσμωτήριον ἐξ αὐτῶν τῶν θεμελίων κατέσκαπτον· οἱ δὲ τὰς ἐναντίας ἐξουσίας κατεδίωκον ἐκ τῶν ἐξωτέρων φευγούσας ἐνδότερον· καὶ ἄλλοι τὰς καταδύσεις καὶ τὰ φρούρια καὶ τὰ σπήλαια διηρεύνων καὶ ἔτρεχον. Καὶ ἕτερος ἄλλους ἄλλοθεν δεσμίους τῷ Δεσπότη προσέφερον· καὶ ἄλλοι τὸν τύραννον ἐδέσμευον· καὶ ἕτεροι τοὺς ἀπ’ αἰώνων δεσμίους ἀπέλυον· καὶ οἱ μὲν εἰσερχομένου ἐνδότερον τοῦ Δεσπότου προέτρεχον· οἱ δὲ ὡς Θεῷ καὶ Βασιλεῖ νικηφόροι παρείποντο.
Τούτων δὴ λοιπὸν οὕτως ἐν τῷ ᾍδῃ γινομένων καὶ θρυλουμένων ἁπάντων καὶ σειομένων, ὡς ἡ τοῦ Δεσπότου παρουσία αὐτὰ τὰ κατώτατα τῶν κατωτάτων καταλαμβάνειν ἤμελλεν, Ἀδὰμ ἐκεῖνος ὁ πάντων ἀνθρώπων πρωτόκτιστος καὶ πρωτόπλαστος καὶ πρωτόθνητος ἐνδότερος πάντων μετὰ πολλῆς τῆς ἀσφαλείας δέσμιος κατεχόμενος, ἤκουσε τῶν τοῦ Δεσπότου ποδῶν πρὸς τοὺς δεσμίους εἰσερχομένου καὶ ἐγνώρισε τὴν φωνὴν Αὐτοῦ περιπατοῦντος ἐν τῷ δεσμωτηρίῳ καὶ στραφεὶς πρὸς ἅπαντας τοὺς σὺν αὐτῷ δεσμίους ἀπ’ αἰῶνός φησιν· «Ὦ φίλοι, ποδῶν ἀκούω καὶ φωνήν τινος πρὸς ἡμᾶς ἐρχομένην· ἐὰν δ’ ὅλως ἐνταῦθα Ἐκεῖνος παραγενέσθαι κατηξίωσεν, ἡμεῖς τῶν δεσμῶν ἠλευθερώθημεν· ἐὰν ὅλως Ἐκεῖνον μεθ’ ἡμῶν ὀψόμεθα, ἡμεῖς τοῦ ᾍδου ἐλυτρώθημεν». Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ Ἀδὰμ πρὸς πάντας τοὺς συγκαταδίκους αὐτοῦ λέγοντος, εἰσῆλθεν ὁ Δεσπότης πρὸς αὐτούς, τὸ νικητικὸν ὅπλον τοῦ Σταυροῦ κατέχων, ὃν ἰδὼν Ἀδὰμ ὁ Πρωτόπλαστος καὶ τῇ ἐκπλήξει τὸ στῆθος τύψας, ἐβόησε πρὸς ἅπαντας τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους καὶ εἶπεν· «Ὁ Κύριός μου μετὰ πάντων». Καὶ ἀποκριθεὶς ὁ Χριστὸς λέγει τῷ Ἀδάμ· «Καὶ μετὰ τοῦ πνεύματός σου».
Καὶ κρατήσας αὐτὸν τῆς χειρός, ἀνίστησι λέγων· «Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός» (Ἐφεσ. ε’ 14). Ἐγὼ ὁ Θεός, ὁ διὰ σὲ γενόνενος υἱός σου, σὲ καὶ τοὺς ἀπὸ σοῦ νῦν ἔχων κατ’ ἐξουσίαν ἐπιτρέπων τοῖς ἐν δεσμοῖς ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε (Ψαλμ. β’ 3) καὶ τοῖς κειμένοις ἀνάστητε. Σοὶ διακελεύομαι, ἔγειραι ὁ καθεύδων· οὐ γὰρ διὰ τοῦτό σε πεποίηκα, ἵνα ἐν ᾍδῃ κατέχῃ δέσμιος· ἀνάστα ἐκ τῶν νεκρῶν, ἐγὼ γάρ εἰμι ἡ ζωὴ τῶν βροτῶν· ἀνάστα πλάσμα τὸ ἐμόν, ἀνάστα μορφὴ ἡ ἐμή, ἡ κατ’ εἰκόνα ἐμὴν γεγενημένη· ἔγειραι, ἄγωμεν ἐντεῦθεν· σὺ γὰρ ἐν ἐμοί, κἀγὼ ἐν σοί.