Ἆρα γὰρ ἆρα, εἰπέ μοι, ὦ Ἰωσήφ, καὶ πρὸς ἀνατολὰς καταθάπτεις καθάπερ νεκρόν, τὴν ἀνατολὴν τῶν ἀνατολῶν Ἰησοῦν; Ἆρα δὲ καὶ τοῖς σοῖς δακτύλοις νεκροπρεπῶς Ἰησοῦ κατακλείεις τὰ ὄμματα, τοῦ τῷ ἀχράντω δακτύλῳ τοῦ τυφλοῦ ἀνοίξαντος τὰ ὄμματα; Ἆρα δὲ καὶ τὸ στόμα περικλείεις τοῦ τὸ μογγιλάλου ἀνοίξαντος στόμα; Ἆρα δὲ καὶ χεῖρας περιστέλλεις τοῦ ἐκτείναντος τὰς ξηρανθείσας χεῖρας; ἢ καὶ τοὺς πόδας νεκροπρεπῶς καταδεσμεῖς τοῦ τὸ βαδίζειν δόντος τοῖς ἀκινήτοις ποσίν; Ἆρα δὲ καὶ ἐπὶ κλίνης αἴρεις τὸν τῷ παραλύτῳ κελεύσαντα τὴν κλίνην ἆραι; Ἆρα δὲ καὶ μύρα κενοῖς τῷ οὐρανίῳ μύρῳ ἑαυτὸν κενώσαντι καὶ κόσμον ἀνακαινίσαντι; Ἆρα δὲ καὶ τὴν θεόσωμον αἱμορροοῦσαν ἐκείνην Ἰησοῦ ἐκμάξας τολμᾷς πλευράν, τοῦ τὴν αἱμορροοῦσαν ἰασαμένου Θεοῦ; Ἆρα δὲ καὶ ὕδατι καταπλύνεις τὸ Σῶμα Θεοῦ, τοῦ πάντας ἐκπλύναντος καὶ τὴν κάθαρσιν δόσαντος; Ποίας δὲ ἆρα καὶ λαμπάδας ἀνῆψας τῷ Φωτὶ τῷ ἀληθινῷ τῷ φωτίσαντι πάντα ἄνθρωπον; Ποίας καὶ ᾖσας ἐπιταφίους ᾠδάς, τῷ ἀσιγήτως αἰνουμένῳ ὑπὸ πάσης οὐρανίου στρατιᾶς; Ἆρα δὲ καὶ δακρυρροεῖς ὡς νεκρῷ, τῷ δακρύσαντι καὶ νεκρὸν Λάζαρον ἀναστήσαντι; Ἆρα δὲ καὶ θρήνους ποιεῖς τῷ τὴν χαρὰν πᾶσι δόσαντι καὶ τὴν τῆς Εὔας λύπην διαλύσαντι;
Ὅμως μακαρίζω σου τὰς χεῖρας, ὦ Ἰωσήφ, ὑπουργησάσας καὶ ψηλαφησάσας ἔτι αἱμορροούσας τὰς θεοσώμους Ἰησοῦ χεῖρας καὶ πόδας· μακαρίζω σου τὰς χεῖρας προσεγγισάσας τῇ τοῦ Θεοῦ πλευρᾷ πρὸ Θωμᾶ τοῦ πιστοῦ καὶ ἐπαινετοῦ περιέργου· μακαρίζω σου τὸ στόμα, ἀπλήστως ἐμπλησθὲν καὶ ἑνωθὲν πρὸς Ἰησοῦ τὸ στόμα καὶ Πνεύματος Ἁγίου ἐκεῖθεν πληρωθέν· μακαρίζω σου τοὺς ὀφθαλμούς, προστεθέντας τοῖς Ἰησοῦ ὀφθαλμοῖς καὶ τὸ Φῶς τὸ ἀληθινὸν ἐκεῖθεν μεταλαβόντας· μακαρίζω σου τὸ πρόσωπον, τὸ προσπελάσαν πρὸς τὸ τοῦ Ἰησοῦ πρόσωπον· μακαρίζω σου τοὺς ὤμους, βαστάσαντας τὸν πάντας βαστάσαντα· μακαρίζω σου τὴν κεφαλήν, ἐν ᾗ προσήγγισεν Ἰησοῦς, ἡ πάντων κεφαλή. Μακαρίζω Ἰωσὴφ καὶ Νικόδημον· γεγόνασι γὰρ πρὸ τῶν Χερουβίμ, Χερουβίμ, Θεὸν ἐν ἑαυτοῖς ὑψώσαντες καὶ φέροντες· γεγόνασι πρὸ τῶν ἑξαπτερύγων Θεοῦ ὑπουργοί, οὐ πτέρυξιν ἀλλὰ σινδόνι τὸν Χριστὸν καλύψαντες καὶ τιμήσαντες. Ὃν τὰ Χερουβὶμ τρέμουσι, τοῦτον ἐπ’ ὤμων Ἰωσὴφ καὶ Νικόδημος φέρουσι, ὡς καὶ πᾶσαι αἱ τῶν ἀσωμάτων τάξεις συγκομίζουσιν.