Λόγος εἰς τὴν Θεόσωμον Ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας καθὼς καὶ εἰς τὴν ἐν τῷ ᾍδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον Πάθος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κύπρου.

Χθὲς ἐρραπίζετο, σήμερον τῇ ἀστραπῇ τῆς Θεότητος τὸ τοῦ ᾍδου ραπίζει οἰκητήριον· χθὲς ἐδεσμεῖτο, σήμερον ἀλύτοις δεσμοῖς καταδεσμεῖ τὸν τύραννον· χθὲς κατεδικάζετο, σήμερον τοῖς καταδίκοις ἐλευθερίαν χαρίζεται· χθὲς οἱ ὑπουργοὶ τοῦ Πιλάτου αὐτὸν ἐνέπαιζον, σήμερον πυλωροὶ τοῦ ᾍδου ἰδόντες αὐτὸν ἔφριξαν.

Ἀλλ’ ἄκουσον τὸ τοῦ Χριστοῦ Πάθος, τὸ λόγου ἀνώτερον· ἄκουσον καὶ ὕμνησον· ἄκουσον καὶ δόξασον Θεοῦ μεγάλα θαυμάσια· πῶς ὁ νόμος ὑποχωρεῖ· πῶς ἡ χάρις ἐπανθεῖ· πῶς οἱ τύποι παρέρχονται· πῶς ἡ ἀλήθεια κηρύττεται· πῶς αἱ σκιαὶ διαβαίνουσι· πῶς ὁ Ἥλιος τὴν οἰκουμένην πληροῖ· πῶς ἡ παλαιὰ πεπαλαίωται· πῶς ἡ καινὴ βεβαιοῦται· πῶς τὰ ἀρχαῖα παρῆλθε καὶ πῶς τὰ νέα ἐπήνθησε. Δύο λαοὶ ἐν Σιὼν κατὰ τὸν τοῦ Χριστοῦ Πάθους καιρὸν παρεγένοντο, ὁ ἐξ Ἰουδαίων ὁμοῦ καὶ ὁ ἐξ ἐθνῶν· δύο Βασιλεῖς, Πιλᾶτος καὶ Ἡρῴδης· δύο ἀρχιερεῖς, Ἄννας καὶ Καϊάφας, ἵνα τὰ δύο ὁμοῦ Πάσχα γένωνται· τὸ μὲν καταπαυόμενον, τὸ δὲ Χριστοῦ ἐναρχόμενον. Δύο θυσίαι, κατ’ αὐτὴν τὴν ἑσπέραν ἐπιτελοῦνται, ἐπειδὴ καὶ σωτηρίαι δύο, ζώντων, λέγω, καὶ νεκρῶν ἐπραγματεύοντο· καὶ ὁ μὲν Ἰουδαῖος ἐδέσμει θεῖον Ἀμνὸν ἐν σφαγῇ, ὁ δὲ ἐξ ἐθνῶν Θεὸν ἐγίνωσκεν αὐτὸν ἐν σαρκί· καὶ ὁ μὲν τῇ σκιᾷ ἠτένιζεν, ὁ δὲ τῷ Ἡλίῳ καὶ Θεῷ προσέτρεχε· καὶ οἱ μὲν δήσαντες Χριστὸν ἀπέπεμπον, οἱ δὲ ἐξ ἐθνῶν προθύμως αὐτὸν ὑπεδέχοντο· καὶ οἱ μὲν κτηνόθυτον, οἱ δὲ Θεόσωμον θυσίαν προσέφερον.

Ἀλλ’ οἱ μὲν Ἰουδαῖοι τὴν ἐξ Αἰγύπτου διάβασιν ἐμνημόνευον, οἱ δὲ ἐξ ἐθνῶν τὴν ἐκ τῆς πλάνης λύτρωσιν προεκήρυττον. Καὶ ταῦτα ποῦ; Ἐν Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου, ἐν ᾗ εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς, ἐν μέσῳ δύο ζῴων γνωσθεὶς Ἰησοῦς ὁ Θεόπαις· ἐν μέσῳ σαρκὸς καὶ πνεύματος τῶν δύο ζῴων, ζωὴ ἐκ ζωῆς φυσίζωος γνωριζόμενος· καὶ ἐν μέσῳ Ἀγγέλων καὶ ἀνθρώπων, ἐν φάτνῃ τικτόμενος καὶ ἐν μέσῳ τῶν δύο λαῶν. Λίθος ἀκρογωνιαῖος κείμενος· καὶ ἐν μέσῳ Νόμου καὶ Προφητῶν προκηρυττόμενος καὶ ἐν μέσῳ Μωσεῖ καὶ Ἠλίᾳ ἐπὶ τοῦ ὄρους ὀπτανόμενος· καὶ ἐν μέσῳ δύο λῃστῶν, Θεὸς τῷ εὐγνώμονι λῃστῇ γνωριζόμενος καὶ ἐν μέσῳ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης, Κριτὴς αἰώνιος καθεζόμενος· καὶ ἐν μέσῳ ζώντων καὶ νεκρῶν ἐμφανιζόμενος σήμερον, διττὴν ζωὴν καὶ σωτηρίαν ποιησάμενος· διττὴν πάλιν λέγω ζωήν, διττὴν γέννησιν ὁμοῦ καὶ ἀναγέννησιν. Καὶ ἄκουε Χριστοῦ διττοῦ τόκου τὰ πράγματα καὶ κρότει τὰ θαύματα. Ἄγγελος τῇ Μαρίᾳ τὴν μητρικὴν τοῦ Χριστοῦ Γέννησιν εὐηγγελίσατο, Ἄγγελος τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ τὴν ἐκ Τάφου τοῦ Χριστοῦ ἀναγέννησιν εὐηγγελίσατο.


Ὑποσημειώσεις

[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».