Λόγος εἰς τὴν Θεόσωμον Ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας καθὼς καὶ εἰς τὴν ἐν τῷ ᾍδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον Πάθος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κύπρου.

Ἀλλὰ συγκατέλθωμεν, ἀλλὰ συγχορεύσωμεν, ἀλλὰ σπεύσωμεν, ἀλλὰ ταχύνωμεν Θεοῦ καταλλαγὰς πρὸς ἀνθρώπους βλέποντες, καταδίκων ἀπόλυσιν ἐξ ἀγαθοῦ Δεσπότου γενομένην. Πορεύεται γὰρ ὁ φύσει φιλάνθρωπος ἐξάξαι τοὺς ἀπ’ αἰῶνος δεσμίους, ἐν ἀνδρείᾳ καὶ ἐξουσίᾳ πολλῇ, τοὺς κατοικοῦντας ἐν τάφοις, οὓς κατέπιε κάτω τυραννικῶς ὁ πικρὸς καὶ ἀνήμερος τύραννος, τυραννήσας καὶ ἐκ Θεοῦ ὡς ἀλάστωρ ἀποσυλήσας. Ἐκεῖ δέσμιος ὁ Ἀδὰμ ὁ Πρωτόπλαστος καὶ πρωτόθνητος πάντων καταδίκων κατώτερος. Ἐκεῖ Ἄβελ ὁ πρωτόθυτος καὶ πρωτοδίκαιος ποιμήν, Χριστοῦ ποιμένος τύπος τῆς ἀδίκου σφαγῆς. Ἐκεῖ Νῶε, ὁ τοῦ Χριστοῦ τύπος τῆς μεγάλης κιβωτοῦ, Θεοῦ Ἐκκλησίας κτίστης, τῆς τὰ θηριώδη ἔθνη πάντα ἐκ κατακλυσμοῦ ἀσεβείας διὰ περιστερᾶς Ἁγίου Πνεύματος διασωσάσης καὶ τὸν ζοφερὸν διάβολον κόρακα ἐκ ταύτης ἐξορισάσης. Ἐκεῖ ὁ Ἀβραάμ, ὁ χριστοπάτωρ θύτης, ὁ τὴν ξιφάξιφον ὁμοῦ καὶ θνητάθνητον Θεῷ θύσας θυσίαν πανόλβιον. Ἐκεῖ κατῴκει δέσμιος Ἰσαάκ, ὁ πάλαι δέσμιος Χριστοῦ τύπος ὑπὸ Ἀβραὰμ γενόμενος ἄνω. Ἐκεῖ Ἰακὼβ ἐν ᾍδῃ κατώδυνος κάτω, ὁ πρὶν διὰ Ἰωσὴφ κατώδυνος ἄνω. Ἐκεῖ Ἰωσὴφ δεσμώτης, ὁ ἐν Αἰγύπτῳ γενόμενος ἐν τῷ δεσμωτηρίῳ εἰς Χριστοῦ τύπον, δεσμώτης καὶ Δεσπότης. Ἐκεῖ Μωϋσῆς ἐν σκοτεινοῖς κάτω, ὥς ποτε ἐν τῇ θίβῃ ἐν σκοτεινοῖς ἄνω· ἐκεῖ Δανιὴλ ὡς ἐν λάκκῳ βορβόρου, ἐν τῷ λάκκῳ τοῦ ᾍδου καὶ τῆς φθορᾶς τοῦ θανάτου. Ἐκεῖ ἐν τῷ κοσμοδόχῳ τοῦ ᾍδου κεῖται Ἰωνᾶς, εἰς τύπον Χριστοῦ τοῦ αἰωνίου. Ἐκεῖ Δαβὶδ ὁ θεοπάτωρ, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστός. Καὶ τί λέγω Δαβὶδ καὶ Ἰωνᾶν καὶ Σολομῶντα; Ἐκεῖ καὶ αὐτὸς Ἰωάννης, ὁ πολὺς καὶ μείζων πάντων τῶν Προφητῶν, ὡς ἐν σκοτεινῇ μήτρᾳ, Χριστὸν προκηρύττων τοῖς ἐν ᾍδῃ ἅπασιν, ὁ διττὸς πρόδρομος καὶ κήρυξ ζώντων καὶ νεκρῶν· ὁ ἐκ φυλακῆς Ἡρῴδου τῇ πανδήμῳ φυλακῇ παραπεμφθεὶς τοῦ ᾍδου τῶν ἀπ’ αἰῶνος ἀδίκων τε καὶ δικαίων κεκοιμημένων.

Οἱ δὲ Προφῆται καὶ Δίκαιοι ἅπαντες λιτὰς ἀλήκτους κρυφιομύστως Θεῷ ἐκεῖθεν προσέφερον, λύτρωσιν ἐξαιτοῦντες τῆς κατωδύνου ἐκείνης καὶ κατηφοῦς ἐχθροκρατοῦς ζοφερᾶς πανεσπεροπαννυξίας· καὶ ὁ μὲν πρὸς Θεὸν ἔλεγεν· «Ἐκ κοιλίας ᾍδου κραυγῆς μου ἤκουσας φωνῆς μου» (Ἰων. β’ 3)· ὁ δέ· «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε, εἰσάκουσον τῆς φωνῆς μου» (Ψαλμ. ρκθ’ 1-2)· καὶ ἄλλος· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα» (Ψαλμ. οθ’ 4)· καὶ ἕτερος· «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι» (αὐτόθι 2)· καὶ ἄλλος· «Ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς» (αὐτόθι 3)·


Ὑποσημειώσεις

[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».