Λόγος εἰς τὴν Θεόσωμον Ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας καθὼς καὶ εἰς τὴν ἐν τῷ ᾍδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον Πάθος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΕΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κύπρου.

Τὰς μὲν γὰρ εἰσόδους τοῦ θανάτου ὑμεῖς ἐποιήσατε, τὰς δὲ διεξόδους αὐτῶν ποιῆσαι παραγέγονε, διὸ ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν· ἄρατε καὶ μὴ μέλλετε ἄρατε καὶ ταχύνατε ἄρατε καὶ μὴ ἀναβάλλεσθε. Εἰ δὲ ἀναμένειν νομίζετε, αὐταῖς ταῖς πύλαις ἀχειρὶ καὶ αὐτοματὶ αἴρεσθαι ἐπιτρέπομεν. Ἐπάρθητε πύλαι αἰώνιοι ἅμα αἱ Δυνάμεις ἐβόησαν, ἅμα καὶ αἱ πύλαι ἐπήρθησαν· ἅμα αἱ ἁλύσεις καὶ μοχλοὶ κατεκλάσθησαν· ἅμα αἱ κλεῖς ἐξέπεσον καὶ τὰ θεμέλια τοῦ δεσμωτηρίου ἐδονήθησαν· ἅμα αἱ ἐναντίαι δυνάμεις εἰς φυγὴν ἐτράπησαν, ἕτερος ἕτερον συνωθούμενος καὶ ἄλλος ἄλλον συμποδιζόμενος καὶ ἕτερος τῷ ἑτέρῳ φυγεῖν φθεγγόμενος, ἔφριξαν, ἐσαλεύθησαν, κατεπλάγησαν, ἐταράχθησαν, ἠλλοιώθησαν, ἐθροήθησαν, ἔστησαν ὁμοῦ καὶ ἐξέστησαν, ἠπόρησαν ὁμοῦ καὶ ἐτρόμαξαν. Καὶ ὁ μὲν κεχηνὼς ἵστατο, ὁ δὲ τοῖς γόνασι τὸ πρόσωπον συγκαλύπτων καὶ ἄλλος πρηνὴς ἀπεπήγνυτο· καὶ ἕτερος ὡσεὶ νεκρὸς ἀπεστηλοῦτο· καὶ ἄλλος τῷ θάμβει κατείχετο· καὶ ἄλλος ἐνδότερον ἔφευγεν.

Ἐκεῖ γὰρ τότε διέκοψε Χριστὸς ἐν ἐκστάσει κεφαλὰς δυναστῶν· ἐκεῖ διήνοιξαν χαλινοὺς αὐτῶν λέγοντες, τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Τίς ἐστιν οὗτος, ὁ μετὰ τοσούτων τοιαῦτα ἐνταῦθα ἐπιτελῶν παράδοξα πράγματα; Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης, ὁ ἐν ᾍδῃ ποιῶν νῦν τὰ οὐδέποτε γενόμενα; Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης, ὁ ἐξάγων ἔνθεν τοὺς ἀπ’ αἰῶνος πεπεδημένους; Τίς ἐστιν οὗτος, ὁ λύσας καὶ καταλύσας ἡμῶν τὸ ἀήττητον κράτος καὶ θράσος; Πρὸς οὓς ἀντέκραζον αἱ τοῦ Δεσπότου Δυνάμεις, λέγουσαι· Μαθεῖν βούλεσθε τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς καὶ ἰσχυρὸς καὶ ἀήττητος ἐν πολέμῳ· οὗτος ἐκεῖνός ἐστιν, ὁ ἐκ τῶν οὐρανίων ἁψίδων ἐξορίσας καὶ ἀπορρίψας ὑμᾶς, ὦ δείλαιοι καὶ παράνομοι τύραννοι. Ἐκεῖνος οὗτός ἐστιν ὁ ἐν ὕδασιν Ἰορδάνου συντρίψας τὰς κεφαλὰς τῶν δρακόντων ὑμῶν. Οὗτος ἐκεῖνός ἐστιν, ὁ διὰ Σταυροῦ στηλιτεύσας καὶ θριαμβεύσας καὶ ἐκνευρίσας ὑμᾶς. Οὗτος ἐκεῖνός ἐστιν, ὁ δήσας καὶ ζοφώσας καὶ εἰς τὴν ἄβυσσον παραπέμψας ὑμᾶς. Οὗτος ἐκεῖνός ἐστιν, ὁ πυρὶ αἰωνίῳ καὶ γεέννῃ παραπέμπων καὶ ἀπολῶν ὑμᾶς. Λοιπὸν μὴ μέλλετε, μηδὲ ἀναμένετε, ἀλλὰ σπεύδετε καὶ τοὺς δεσμίους ἐξάξατε, οὓς μέχρι καὶ νῦν κακῶς κατεπίετε· τὸ γὰρ ὑμέτερον κράτος λοιπὸν καταλύεται· ὑμῶν τυραννὶς λοιπὸν πέπαυται τὸ ὑμέτερον φρύαγμα δεινῶς κεκατήργηται· ἡ ὑμῶν μεγαλαυχία εἰς τέλος ἐκλέλυται· ἡ ὑμῶν ἰσχὺς πεπάτηται καὶ τελείως ἀπόλωλε.


Ὑποσημειώσεις

[1] Ἐκ τῆς περικοπῆς ταύτης τοῦ λόγου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου συνεστήθη καὶ ἐμελοποιήθη τὸ ἐξοδιαστικὸν τροπάριον, τὸ εἰς ἦχον πλ. αʹ ψαλλόμενον κατὰ τὴν περιφορὰν τοῦ Ἐπιταφίου, ἔχον οὕτω: «Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτῖνας καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγὲν τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει, λέγων· δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ Βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι, μισοῦντες, θανατοῦσιν ὡς ξένον· δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπων τοῦ θανάτου τὸ ξένον· δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχοὺς καὶ τοὺς ξένους· δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ· δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα νεκρωθέντα, ἐβόα· Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ Σῇ ἀναστάσει θαρροῦσα, μεγαλύνω. Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον ὁ εὐσχήμων, λαμβάνει τοῦ Σωτῆρος τὸ Σῶμα, ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος».