«Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς, καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δὲ ἐστέ μάρτυρες τούτων. Καὶ ἰδού, ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους» (Λουκ. κδ’ 44-49).
Λέγει δηλαδὴ ὁ Χριστός· οὗτοι εἶναι οἱ λόγοι, τοὺς ὁποίους σᾶς προέλεγα, ὅταν ἀκόμη ἤμουν σωματικῶς μαζί σας· ὅτι πρέπει νὰ πληρωθοῦν ὅσα γράφει ὁ Μωϋσῆς ἐν τῷ Νόμῳ δι’ ἐμέ, καὶ ὅσα εἶπον οἱ Προφῆται καὶ ὅσα λέγει τὸ Ψαλτήριον. Τὶ δὲ λέγουσιν αἱ τρεῖς αὗται Γραφαί, δηλαδὴ ὁ Μωϋσῆς, οἱ Προφῆται καὶ τὸ Ψαλτήριον διὰ τὸν Χριστόν; Ἄκουσον ὀλίγα, κατάλαβε πολλά. Ὁ μὲν Μωϋσῆς λέγει πρὸς τοὺς Ἑβραίους, ὅπου τὸν ἐσταύρωσαν; «Καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου» (Δευτ. κη’ 66)· καὶ πάλιν ἀλλαχοῦ· «Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ» (Ἰωάν. ιθ’ 36, Ἐξ. ιβ’ 10, Ψαλμ. λγ’ 21). Οἱ δὲ Προφῆται καὶ αὐτοὶ μαρτυροῦν διὰ τὴν Σταύρωσιν τοῦ Χριστοῦ· ὁ μὲν Ἱερεμίας λέγει διὰ τὴν προδοσίαν· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ» (Ματθ. κζ’ 9)· καὶ ὁ Προφήτης Ζαχαρίας λέγει· «Πατάξω τὸν ποιμένα», ἤτοι τὸν Χριστόν, «καὶ διασκορπισθήσονται τὰ πρόβατα» (Ματθ. κϛ’ 31, Ζαχ. ιγ’ 7), ἤτοι οἱ Μαθηταί.
Ἔτι δὲ καὶ ὁ Προφήτης Ἡσαΐας λέγει διὰ τὴν Σταύρωσιν: «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄκακος ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τὶς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ» (Ἡσαΐας νγ’ 7-8). Καὶ ὁ Προφήτης Δαβὶδ εἰς τοὺς Ψαλμοὺς λέγει διὰ τὸν Ἰούδαν. «Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν» (Ψαλμ. μ’ 10). Ἤτοι ὁ Ἰούδας, ὅστις ἔτρωγε τὸν ἄρτον τοῦ Χριστοῦ, αὐτὸς τὸν ἐπρόδωσε. Καὶ ἀλλαχοῦ λέγει ὁ αὐτὸς διὰ τὴν Σταύρωσιν· «Ὤρυξαν χεῖράς μου καὶ πόδας, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον» (Ψαλμ. κα’ 17-19).