Καθὼς δὲ ὁ μέγας ἐκεῖνος παλαιὸς Ἀντώνιος, ὁ καθηγητὴς τῆς ἐρήμου, ἐτάφη κρυφίως παρὰ τῶν μαθητῶν αὑτοῦ, παραγγείλας εἰς αὐτούς, ἵνα μὴ φανερώσωσι τὸν τάφον αὐτοῦ καὶ μένει μέχρι τοῦ νῦν ἄγνωστος, οὕτω καὶ ὁ νέος καθηγητὴς καὶ πολιστὴς τῆς ἐρήμου καὶ ποδηγέτης τῶν ἐν Ρωσίᾳ μοναστῶν, ἐν ἀγνώστῳ τόπῳ τοῦ σπηλαίου ἐτάφη καὶ μένει ὁ τάφος του ἄγνωστος εἰς τοὺς πολλοὺς μέχρι τῆς σήμερον ἡμέρας, ὁ δὲ θαυμαστὸς ἐν βουλαῖς Θεὸς ἡμῶν κρύπτει τὸ ἱερὸν αὐτοῦ λείψανον, ἵνα μένῃ ἄθικτον, ἀνέπαφον καὶ ἀμέριστον μέχρι τῆς παλιγγενεσίας, ἵνα λάβῃ πάλιν αὐτὸ καὶ διὰ νεφέλης ἁρπαγεὶς ἀπαντήσῃ τὸν μετὰ δόξης ἐρχόμενον κριτὴν ζώντων καὶ νεκρῶν.
Πολλοὶ πολλάκις ἐδοκίμασαν ἵνα σκάψωσι τὸ σπήλαιον καὶ εὕρωσι καὶ λάβωσι μέρος προς ἁγιασμὸν αὐτῶν, ἀλλ’ ἐξῆλθε πῦρ καὶ κατεδίωξεν αὐτούς, καθὼς καὶ εἰς τὸ τοῦ μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου τοῦ ἐν Θεσσαλονίκῃ· παιδευθέντες δὲ σωματικῶς, κατεκαύθησαν τὰ μέλη τοῦ σώματος τῶν τολμησάντων νὰ ἀνοίξωσι τὸν τάφον αὐτοῦ, ἕως οὗ μετανοήσαντες θερμῶς διὰ τὴν τόλμην αὐτῶν, ἔλαβον τὴν ἴασιν παρὰ τοῦ Ἁγίου καὶ τὴν συγχώρησιν. Ἂν ὅμως καὶ τὸ ἱερὸν αὐτοῦ λείψανον μένῃ κεκρυμμένον ἀπὸ πάντας καὶ μὴ ὁρώμενον εἰς τὸ φανερόν, ἀλλ’ ἡ χάρις αὐτοῦ καὶ ἀντίληψις διανέμεται εἰς πάντας τοὺς πιστοὺς τοὺς αἰτουμένους τὴν βοήθειαν αὐτοῦ. Ὀξέως δὲ προφθάνει καὶ τελεῖ παντοδαπὰς τὰς ἰάσεις εἰς τοὺς εὐλαβῶς ἐρχομένους ἐν τῷ σπηλαίῳ αὐτοῦ, καὶ τὴν εἰκόνα αὐτοῦ κατασταζομένους. Ὄχι δὲ μόνον εἰς τὸν ἐν Ρωσίᾳ Ναὸν καὶ σπήλαιον αὐτοῦ τελεῖ τὰς ἰάσεις, ἀλλὰ πολλῷ μᾶλλον καὶ ἐν τῷ πρώτῳ αὐτοῦ οἰκήματι τὸ εἰς τὸ ὄρος τῆς Σαμαρείας τοῦ Ἄθω τὸ τῆς ἱερᾶς Μονῆς Ἐσφιγμένου, ἔνθα τοὺς πρώτους αὐτοῦ ἀγῶνας ἐτέλεσε καὶ ὡς ἀπὸ σχολῆς τῆς οὐρανίου διδασκαλίας τελειωθείς, διδάσκαλος ἀπεστάλη εἰς τοὺς ἐν Ρωσίᾳ μονάζοντας, ὅπου καὶ ὁ ἱερὸς αὐτοῦ Ναὸς ἀνηγέρθη εἰς τιμὴν καὶ μνήμην αὐτοῦ. Ὡς φῶς χρηματίσας ἀπελαύνει τὸ σκότος τῶν τῆς πονηρίας πνευμάτων, τὸ δὲ σκότος τῶν ὑπ’ ἐκείνων ἐνεργουμένων μακρὰν ἐκδιώκει καὶ πάθη ποικίλα ψυχῶν καὶ σωμάτων ἀφθόνως θεραπεύει. Καθὼς καὶ ὁ Ὅσιος Ἰωάννης ὁ Ρῶσος ὑπ’ αὐτοῦ ἰατρεύθη περὶ τοῦ ὁποίου ἀκούσατε.