Περὶ δὲ τὴν αὐτὴν ἐξευροῦσαν Σύνοδον τοιάδε πάλιν φησίν· «Εἴτε τῆς χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν, ὡς ὤφελον γε καὶ ταύτας, ἐπὶ κακῷ γὰρ ἡ συμφωνία, εἴτε τῷ Καϊάφα συνεδρίῳ, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτον, τὴν Σύνοδον ἐκείνην ὀνομαστέον, ἢ πάντα ἄλλον ἀνέτρεψε καὶ συνέχεε. Τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν καὶ τῆς Τριάδος ὁμότιμον καταλύσασα, τῷ βαλεῖν χάρακα καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον, τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα διὰ τῆς τῶν γεγραμμένων καὶ λεγομένων μεσότητος, σοφοὶ γὰρ ἐγένοντο τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν».
Τοσαῦτα μὲν ἡμῖν ἀρκεῖ περὶ τῆς μεσότητος, ὅτι δὲ, οὐδ’ ἔστι μεσότης ἱκανῶς ἀποδεδειχόσι· καὶ ὅτι τὰ τοιαῦτα ζητεῖν ἀσεβὲς καὶ τῆς Ἐκκλησίας τὰ πάντα δυνάμενος, ἐκείνους τε ἐπιγνῶναι τὴν οἰκείαν πλάνην παρασκευάσειε καὶ ἡμᾶς αὐτῶν ἀπαλλάξειε τῶν πονηρῶν ζιζανίων καὶ οἷον καθαρὸν καὶ εὔχρηστον σῖτον εἰς τὰς ἑαυτῶν ἀποθήκας συνάξειε. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θάνατος τοῦ Μητροφάνους. Ἐκλογὴ ὡς Πατριάρχου τοῦ πανκακίστου Πρωτοσυγκέλλου Γρηγορίου.
Ὁ λατινόφρων Πατριάρχης Μητροφάνης, καίτοι καθῃρημένος, ἐζήτησεν ἀπὸ τὸν αὐτοκράτορα, ὅπως διορθώσῃ τὴν Ἐκκλησίαν, ἐννοῶν δι’ αὐτοῦ τὴν ὑπεράσπισιν τοῦ λατινισμοῦ. Ὁ αὐτοκράτωρ, καλέσας Κληρικούς τινας, ἠξίωσεν ὅπως ἐντὸς δέκα πέντε ἡμερῶν γίνῃ ἡ διόρθωσις τῆς Ἐκκλησίας. Πρὶν ὅμως παρέλθῃ ἡ προθεσμία αὕτη ὁ Πατριάρχης ἐτελεύτησε καὶ ἀντ’ αὐτοῦ ἀνῆλθεν εἰς τὸν θρόνον ὁ παγκάκιστος Πρωτοσύγκελλος Γρηγόριος. Ἀλλὰ καὶ τοῦτον νέα Σύνοδος καθῄρεσεν ὡς λατινόφρονα, ὅστις ἀπῆλθεν εἰς Ρώμην, ὅπου καὶ ἀπέθανεν.