Οὐκ οὖν ὡς αἱρετικοὺς αὐτοὺς ἀπεστράφημεν καὶ διὰ τοῦτο αὐτῶν ἐχωρίσθημεν; Διατὶ γὰρ ἄλλο; Φασὶ γὰρ οἱ φιλευσεβεῖς νόμοι, αἱρετικός ἐστι καὶ τοῖς κατὰ τῶν αἱρετικῶν νόμοις ὑπόκειται, ὁ καὶ μικρὸν γοῦν τι παρεκκλίνων τῆς ὀρθῆς Πίστεως. Εἰ μὲν οὐν οὐδέν τι παρεκκλίνουσι τῆς ὀρθῆς Πίστεως μάτην ὡς ἔοικεν αὐτοὺς ἀπεκόψαμεν. Εἰ δὲ παρεκκλίνουσιν ὅλως… (καλῶς τοῦτο ἐποιήσαμεν). Φευκταῖον οὖν αὐτούς, ὡς φεύγει τις ἀπὸ ὄφεως ἢ κἀκείνων πολλῷ δήπου χείρονας· ὡς χριστοκαπήλους καὶ χριστεμπόρους. Οὗτοι γάρ εἰσι, κατὰ τὸν θεῖον Ἀπόστολον, οἱ πορισμὸν ἡγούμενοι τὴν εὐσέβειαν περὶ ὧν ἐπάγει λέγων· ἀφίστασο. Ποία δὲ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τὶς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τὶς μερὶς πιστῷ μετὰ ἀπίστου;.
Ἡμεῖς μὲν μετὰ τῶν Πατέρων ἁπάντων, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν, οὗτοι δὲ μετὰ τῶν Λατίνων καὶ τὸν Υἱὸν πηγὴν τοῦ Ἁγίου Πνεύματος λέγοντες ἐκβάλλουσιν αὐτὸ τῆς Θεότητος. Ἡμεῖς μετὰ τοῦ Θεολόγου Γρηγορίου τῇ αἰτίᾳ διακρίνομεν τοῦ Υἱοῦ τὸν Πατέρα, οὗτοι δὲ μετὰ τῶν Λατίνων τῇ αἰτίᾳ τούτους συνάπτουσιν. Ἡμεῖς μετὰ τοῦ σεπτοῦ Μαξίμου καὶ τῶν τότε Ῥωμαίων καὶ τῶν Δυτικῶν Πατέρων, οὐ ποιοῦμεν τὸν Υἱὸν αἰτίαν τοῦ Πνεύματος. Οὔτε δὲ κατὰ μὲν τοὺς Γραικοὺς αἰτίαν, κατὰ δὲ τοὺς Λατίνους ἀρχὴν τοῦ Πνεύματος τὸν Υἱὸν λέγομεν, ὡς ἐν τῷ ὅρῳ αὐτῶν ἀποφαίνονται· τιμᾶν γὰρ οὕτω δίκαιον γράφοντες, ἐπεὶ καὶ ὁροδοῦντες αὐτοὶ τοῦτο συνέθεντο. Ἡμεῖς μὲν μετὰ τοῦ φιλοσόφου καὶ Μάρτυρος Ἰουστίνου, ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς λέγομεν· οὗτοι δὲ μετὰ τῶν Λατίνων τὸν μὲν Υἱὸν ἀμέσως, τὸ δὲ Πνεῦμα ἐμμέσως ἐκ τοῦ Πατρὸς λέγουσιν. Ἡμεῖς μὲν μετὰ τοῦ Δαμασκηνοῦ καὶ τῶν Πατέρων ἁπάντων τὴν διαφορὰν γεννήσεως καὶ ἐκπορεύσεως ἀγνοεῖν ὁμολογοῦμεν· οὗτοι δὲ μετὰ τοῦ Θωμᾶ καὶ τῶν Λατίνων, τῷ ἐμμέσῳ καὶ ἀμέσῳ διαφέρειν φασὶ τὰς προόδους.
Ἡμεῖς μὲν τῆς ἀκτίστου καὶ θείας φύσεως, ἄκτιστον καὶ τὴν θέλησιν καὶ τὴν ἐνέργειαν εἶναι φαμέν, κατὰ τοὺς Πατέρας· οὗτοι δὲ μετὰ τῶν Λατίνων καὶ τοῦ Θωμᾶ τὴν μὲν θέλησιν τὴν αὐτὴν τῇ οὐσίᾳ τὴν δὲ θείαν ἐνέργειαν κτιστὴν εἶναι λέγουσι· κἄν τε Θεότης ὀνομάζοιτο, κἄν τε θεῖον ἄϋλον φῶς, κἄν τε Πνεῦμα Ἅγιον, κἄν τε τοιοῦτον ἕτερον· καὶ οὕτω κτιστὴν Θεότητα καὶ κτιστὸν θεῖον φῶς καὶ κτιστὸν Πνεῦμα Ἅγιον, τὰ πονηρὰ πρεσβεύουσι κτίσματα.