Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

«Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἔστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην» (Β’ Τιμ. β’ 19). Καὶ ἀλλαχοῦ πάλιν· «Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ Ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν… παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω» (Γαλ. α’ 8-9). Βλέπετε προφητικῶς τὸ «καὶ ἐὰν ἡμεῖς ἢ Ἄγγελὸς ἐξ οὐρανοῦ», ἵνα μή τις τὴν ὑπεροχὴν τοῦ Πάπα προβάλληται. Καὶ ὁ ἠγαπημένος μαθητής· «Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει· μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς» (Β’ Ἰωάν. 10-11). Τούτων ὑμῖν ὑπὸ τῶν Ἁγίων Ἀποστόλων διωρισμένων· «Στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις» (Β’ Θεσ. β’ 15) ἃς παρελάβετε, τάς τε ἐγγράφους καὶ ἀγράφους· «Ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ» (Β’ Πετρ. γ’ 17). Αἱρετικοί εἰσιν ἄρα καὶ ὡς αἱρετικοὺς αὐτοὺς ἀπεκόψαμεν.

Διατί δὲ καὶ χρίομεν τῷ μύρῳ τοὺς ἐξ αὐτῶν ἡμῖν προσιόντας; Λέγει γὰρ ὁ τῆς Δευτέρας Οἰκουμενικῆς Συνόδου Κανὼν ζ’ «Τοὺς προστιθεμένους τῇ Ὀρθοδοξίᾳ καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἱρετικῶν δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν καὶ συνήθειαν. Ἀρειανοὺς μὲν καὶ Μακεδονιανοὺς καὶ Σαββατιανοὺς καὶ Ναυατιανοὺς τοὺς λέγοντας ἑαυτοὺς Καθαροὺς καὶ Ἀριστεροὺς καὶ τοὺς Τεσσαρασκαιδεκατίτας ἤγουν τετραδίτας καὶ Ἀπολλιναριστὰς δεχόμεθα, διδόντας λιβέλλους καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν ὡς φρονεῖ ἡ Ἁγία τοῦ Θεοῦ Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία καὶ σφραγιζομένους (ἤτοι χριομένους) πρῶτον τῷ ἁγίῳ μύρῳ, τό τε μέτωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥῖνας καὶ τὸ στόμα καὶ τὰ ὦτα καὶ σφραγίζοντες αὐτοὺς λέγομεν: Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου…». Ὁρᾷς τίσι συνάπτομεν τοὺς ἐκ Λατίνων ἡμῖν προσιόντας; Εἰ οὖν οὗτοι πάντες αἱρετικοί, δῆλον κἀκεῖνοι.

Τὶ δὲ καὶ ὁ σοφώτατος Πατριάρχης Θεόδωρος ὁ Βαλσαμών ἐν ταῖς πρὸς Μᾶρκον τὸν ἁγιώτατον Πατριάρχην Ἀλεξανδρείας ἀποκρίσεσι περὶ τούτων γράφει: «Αἰχμάλωτοι Λατῖνοι καὶ ἕτεροι, παρουσιαζόμενοι εἰς τὰς Καθολικὰς Ἐκκλησίας ἡμῶν, ζητοῦσι μεταλαμβάνειν τῶν θείων ἁγιασμάτων· εἰ οὖν ἐγχωρητέον τοῦτο ἐστι, ζητοῦμεν μαθεῖν. «Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει» (Ματθ. ιβ’ 30). Ἐπεὶ οὖν πρὸ χρόνων πολλῶν ἀπεσχίσθη ἡ Δυτικὴ Εκκλησία, τῆς Ῥώμης φαμὲν τὸ περιώνυμον ἄθροισμα, ἥτις ἐκ τῶν ἑτέρων τεσσάρων ἁγιωτάτων Πατριαρχῶν κοινωνίας ἀποσχισθεῖσα εἰς ἔθη καὶ δόγματα τῆς Καθολικῆς Ἐκκλησίας καὶ τῶν Ὀρθοδόξων ἀλλότρια, διὰ γὰρ τοῦτο, οὔτε ἐν ταῖς θείαις ἱεροτελεστίαις


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.