Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

 τῆς κοινῆς τῶν Πατριαρχῶν ἀναφορᾶς ὁ Πάπας ἠξίωται· οὐκ ὀφείλει οὐδὲ γένος λατινικὸν ἐκ χειρὸς ἱερατικῆς, διὰ τῶν θείων καὶ ἀχράντων μυστηρίων ἁγιάζεσθαι, εἰ μὴ κατάθηται πρότερον ἀποσχέσθαι τῶν λατινικῶν δογμάτων καὶ συνηθειῶν καὶ κατὰ Κανόνας κατηχηθῇ καὶ τοῖς Ὀρθοδόξεις ἐξισωθῇ».

Ἀκούεις; ἀπεσχίσθησαν, οὐ μόνον εἰς ἔθη, ἀλλὰ καὶ δόγματα, τῆς Ἐκκλησίας ἀλλότρια, πάντως αἱρετικὰ καὶ ὅτι κατὰ Κανόνας κατηχηθῆναι, ὀφείλειν καὶ τοῖς Ὀρθοδόξοις ἀξιωθῆνοι· εἰ δὲ κατηχηθῆναι, δῆλον ὅτι καὶ τῷ μύρῳ χρισθῆναι. Πόθεν οὖν ἡμῖν ἀνεφάνησαν ἐξαίφνης ὄντες Ὀρθόδοξοι, οἱ διὰ τοσούτων διδασκάλων κριθέντες αἱρετικοί; Τὶς αὐτοῖς οὕτω ραδίως Ὀρθοδόξους πεποίηκεν; Ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν καὶ κέρδη τὰ σά· μᾶλλον μὲν οὖν ἐκείνους οὔτε πεποίηκεν Ὀρθοδόξους, σὲ δὲ ποιήσας ἐκείνοις ὅμοιον, εἰς τὴν αἱρετικὴν ἀπεώσατο μοῖραν.

Ἀλλ’ εἰ μεσότητά τινα, φησίν, ἐπενοήσαμεν τῶν δογμάτων, ἐκείνοις· τε συναφθησόμεθα δι’ αὐτῆς καὶ πρὸς ἡμᾶς αὐτοὺς ἕξομεν, οὐδὲν ἀναγκαζόμενοι λέγειν παρὰ τὰ εἰωθότα καὶ παραδεδομένα. Τοῦτ’ ἐστιν ἐκεῖνο, τὸ τοὺς πολλοὺς ἐξ ἀρχῆς ἀπατῆσαν καὶ πεῖσαν ἀπολουθεῖν τοῖς εἰς τὸν κρημνὸν τῆς δυσσεβείας ἀπάγουσι· πιστεύσαντες γὰρ εἶναί τι μέσον ἀμφοῖν τῶν δοξῶν, ὅπερ ἐπί τινων ἐναντίων συμβαίνει, πρὸς τὸ δεινὸν ηὐτομόλησαν. Ἀλλὰ λέξιν μὲν ἐνδέχεται μέσην δύο δοξῶν εὑρεθῆναι τὰς ἀμφοτέρας σημαίνουσαν ὁμωνύμως· δόξα δὲ μέση ἐναντίων δοξῶν περὶ τοῦ αὐτοῦ πράγματος, ἀδύνατον· εἰ δὲ μὴ καὶ ἀληθείας καὶ ψεύδους ἔσται τι μέσον καὶ καταφάσεως καὶ ἀποφάσεως, ἀλλ’ οὔκ ἐστιν, ἐπὶ παντὸς γὰρ ἢ κατάφασις ἢ ἀπόφασις;.

Εἰ μὲν οὖν ἀληθὲς τὸ λατινικὸν δόγμα, τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ψευδὲς τὸ ἡμέτερον, τὸ ἐκ τοῦ Πατρὸς μόνον· εἶ δὲ τὸ ἡμέτερον ἀληθές, ψευδὲς ἂν εἴη δήπου τὸ ἐκείνων. Τί οὖν ἂν εἴη μέσον τούτων; Οὐδέν. Πλὴν εἰ μὴ λέξις πρὸς ἄμφω τὰς δόξας ὁρῶσα καθάπερ τις κόθορνος [18], αὕτη οὖν ἡμᾶς ἑνωθῆναι ποιήσει; Καὶ τί δράσωμεν ὅταν ἀλλήλους ἐξετάζωμεν, περὶ τῶν νοημάτων καὶ τῶν δοξῶν; ἔνι καὶ ἀμφοτέρους ἡμᾶς προσειπεῖν Ὀρθοδόξους τοὺς τ’ ἐναντία φρονοῦντας; Ἐγὼ μὲν οὐκ οἶμαι· σὺ δ’ ὃν εἰδείης ὁ πάντα φέρων καὶ πάντα ῥᾳδίως ἐπονομάζων, βούλει παρὰ Γρηγορίου τοῦ Θεολόγου μαθεῖν οἷα περὶ τῆς μεσότητος γράφει; Ἄκουσον· «Ἡ πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκών, ὁ τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λαβοῦσα τὴν νεόγραφον κακουργίαν καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν· τὸ γὰρ ὅμοιον, κατὰ τὰς γραφάς, τῆς εὐσεβείας πρόσχημα ἦν, περὶ τῆς ἐπινοηθείσης τότε μεσότητος».


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.