Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

Ἐπιστολὴ τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς ἁπανταχοῦ τῆς γῆς Ὀρθοδόξους.

Τοῖς ἁπανταχοῦ τῆς γῆς καὶ τῶν Νήσων Ὀρθοδόξοις
Μάρκος τῆς Ἐφεσίων Μητροπόλεως ἐν Κυρίῳ χαίρειν [17].

Οἱ τὴν κοινὴν ἡμᾶς αἰχμαλωσίαν αἰχμαλωτεύσαντες καὶ πρὸς τὴν Βαβυλῶνα τῶν Λατινικῶν ἐθνῶν καὶ δογμάτων θελήσαντες κατασῦραι, τοῦτο μὲν οὐκ ἠδυνήθησαν ἀγαγεῖν εἰς πέρας, αὐτόθεν τε ἀπεμφαῖνον ὁρῶντες καὶ ἄλλως ἀδύνατον, ἐν μέσῳ δέ που τῆς ὁδοῦ καταμείναντες αὐτοί τε καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, οὔτ’ ἐκεῖνο λοιπὸν μεμενήκασιν, οὔτε τοῦτο γεγόνασιν. Ἱεροσόλυμα μὲν ἀπολιπόντες, τοὺς ὡς ἀληθῶς ὅρασιν τῆς εἰρήνης καὶ τὸ Σιὼν ὄρος τὴν βεβαίαν Πίστιν καὶ ἄσειστον, Βαβυλώνιοι δὲ γενέσθαι τε καὶ κληθῆναι μήτε βουλόμενοι, μήτε δυνάμενοι καὶ διὰ τοῦτ’ ἂν δικαίως κληθέντες. Γραικολατῖνοι, καλούμενοι δ’ οὖν ὑπὸ τῶν πολλῶν λατινόφρονες.

Οὗτοι τοίνυν οἱ μιξόθηρες ἄνθρωποι, κατὰ τοὺς ἐν μύθοις ἱπποκενταύρους μετὰ τῶν Λατίνων ὁμολογοῦσι τὸ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι καὶ τὸν Υἱὸν αἴτιον ἔχειν τῆς ἑαυτοῦ ὑπάρξεως, οὕτω γὰρ καὶ ὁ αὐτῶν ὅρος διαλαμβάνει. Μεθ’ ἡμῶν δὲ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι λέγουσι. Καὶ μετ’ ἐκείνων μὲν θεμιτῶς καὶ εὐλόγως τὴν προσθήκην ἐν τῷ συμβόλῳ γεγονέναι φασί, μεθ’ ἡμῶν δὲ λέγειν ταῦτα οὐ καταδέχονται. Καίτοι γε τὸ θεμιτῶς καὶ εὐλόγως γενόμενον τίς ἂν παραιτήσαιτο λέγειν; Καὶ μετ’ ἐκείνων μὲν τὸ ἄζυμον, σῶμα τοῦ Χριστοῦ λέγουσι· μεθ’ ἡμῶν δὲ αὐτοῦ μεταλαμβάνειν οὐκ ἂν τολμήσειεν· ἆρ’ οὐχ ἱκανὰ ταῦτα τὴν γνώμην αὐτῶν διαδεῖξαι καὶ ὅτι οὐκ ἀληθείας ἔρευναν ποιούμενοι τοῖς Λατίνοις συνῆλθον, ἣν ἐν χερσὶν ἔχοντες προδεδώκασιν, ἀλλὰ χρυσοχοῆσαι βουλόμενοι καὶ πεπλασμένην, οὐκ ἀληθῆ, συστήσασθαι ἕνωσιν.

Τίνα δὲ τρόπον αὐτοῖς ἡνώθησαν ἐπισκεπτέον· πᾶν γὰρ τῷ ἑτέρῳ ἑνούμενον, δι’ ἑνός τινος μέσου πάντως ἑνοῦται. Τῇ μὲν οὖν δόξῃ τῆς περὶ τοῦ Ἁγίου Πνεύματος ἐκπορεύσεως ἔδοξαν ἑνωθῆναι σὺν αὐτοῖς ἀποφηνάμενοι καὶ ἐκ τοῦ Υἱοῦ τοῦτο ἔχειν τὴν ὕπαρξιν, τὰ δὲ ἄλλα πάντα διάφορα καὶ οὐδὲν ἐν αὐτοῖς ἕν, οὐδὲ μέσον, οὐδὲ κοινόν, ἀλλὰ δύο μὲν σύμβολα καὶ παρηλλαγμένα λέγεται πάλιν, ὥσπερ καὶ πρότερον, διτταὶ δὲ καὶ διάφοροι λειτουργίαι τελοῦνται, ἡ μὲν δι’ ἐνζύμου θυσίας, ἡ δὲ δι’ ἀζύμου, διττὰ δὲ βαπτίσματα, τὸ μὲν διὰ τῆς τριττῆς καταδύσεως τελειοῦν, τὸ δὲ δι’ ἐπιχύσεως ὕδατος ἐκ κορυφῆς ἄνωθεν· καὶ τὸ μὲν τῷ μύρῳ προσχρώμενον, τὸ δ’ ὁτιοῦν αὐτοῦ χρείαν ἔχον· διττὰ δὲ τὰ ἔθη πάντα καὶ ἐν πᾶσι παρηλλαγμένα, νηστεῖαί τε καὶ ἐκκλησιαστικαὶ τάξεις καὶ εἴτι τοιοῦτον.


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.