Ὡσαύτως τε Ἱερεῖς καὶ Διακόνους καὶ πάσης Ἐκκλησιαστικῆς ἁπλῶς ψήφου, ὅλως βεβήλους ὄντας καὶ ἀναξίους, τόν δὲ τῆς αἱρέσεως καὶ διωγμοῦ τῆς Ὀρθοδοξίας δραξαμένους καιρὸν καὶ δραμόντας ἀναξίως, αἱρέσεως τρόπῳ, πρὸς Ἐπισκοπάς τε καὶ Μητροπόλεις, ὡς δῆθεν τάχα σωτῆρας ψυχῶν, ἵνα σὺν αὐτοῖς ἄλλους φθείρωσι καὶ τὸ τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν Θεοῦ ἅπαν Ὀρθόδοξον ποίμνιον, ὁρίζομεν ἀπὸ τῆς σήμερον ἀργοὺς καὶ ἀνιέρους εἶναι πάσης Ἐκκλησιαστικῆς καταστάσεως, ἄχρις ἂν ἐξετασθῇ ἡ εὐσέβεια κοινῶς τε καὶ οἰκουμενικῶς. Οὕτω μὲν οὖν καταπεισθέντες, ἔστωσαν ἀργοὶ καὶ ἀνίεροι, ἀνθιστάμενοι δὲ λῃστρικῶς τε καὶ παρανόμως ἔστωσαν ἀφωρισμένοι καὶ ἠλλοτριωμένοι τῆς Ἁγίας καὶ ὑπερουσίου καὶ ὁμοουσίου Τριάδος ὡς ἀπειθεῖς καὶ ἀντίλογοι.
Ὡσαύτως δὲ καὶ οἱ τούτους δεχόμενοι καὶ συναινοῦντες ἐν τοῖς τοιούτοις καὶ ὑπερασπίζοντες· ἀποκαθιστῶμεν δ’ ὅμως κήρυκα τῆς εὐσεβείας καὶ Ὀρθοδοξίας τὸν ἄνωθεν εἰρημένον πανιερώτατον Μητροπολίτην κηρῦξαι πανταχοῦ τὴν εὐσέβειαν, μὴ αἰδούμενον πρὸς ἀλήθειαν πρόσωπον Βασιλέως, ἢ Πατριάρχου, τοῦ μὴ ὀρθῶς φρονοῦντος καὶ πράττοντος, μὴ δὲ πλουσίου καὶ ἄρχοντος, ἀλλὰ παῤῥησίᾳ τὴν Πίστιν καὶ Ὀρθοδοξίαν κατέχοντα ἀφόβως καὶ ἀδιστάκτως κατὰ τὴν ἐντολὴν ἔχειν αὐτὸν ἄδειαν ἀπὸ τοῦ νῦν, ἕνεκεν εὐσεβείας, ἐλέγξαι, ἐπιτιμῆσαι καὶ διορθῶσαι τοὺς μὴ ὀρθῶς φρονοῦντας ἐν παντὶ τόπῳ, ἐφ’ ὅσον ἂν ἰσχύει ὁδεύειν παρ’ ἡμῶν αὐτῶν εἰληφότα τὴν συγγνώμην διὰ τῆς δοθείσης ἡμῖν Χάριτος καὶ δυνάμεως τοῦ Ἁγίου Πνεύματος, ὡς καὶ ὀφείλει κατὰ τούτων ῥῆσαι ἀδωροδοκήτως τε καὶ ὀρθῶς τὴν εὐσέβειαν· οὗ ἕνεκεν ἐπεδόθη αὐτῷ καὶ ἡ ἔγγραφος ἡμῶν γνώμη συνοδικῶς ὑπογραφεῖσα ἰδιοχείρως ἐν μηνὶ Ἀπριλίῳ τοῦ ͵ϛϡνα’ (6951=1443) τῆς νῦν τρεχούσης Ἰνδικτιῶνος ϛ’ [16].
Καὶ ἡ Ἐκκλησία τῆς Ρωσίας ἀνεθεμάτισε τὴν ἐν Φλωρεντίᾳ Σύνοδον, ὁ δὲ μέγας Κνέζης Βασίλειος ἐνέκλεισε τὸν Μητροπολίτην Ἰσίδωρον εἰς τὴν φυλακήν, ὁπόθεν δραπετεύσας ἦλθεν εἰς Ρώμην, γενόμενος δὲ Καρδινάλιος Πολωνίας ἐτελεύτησεν ἐκεῖ. Τὸ αὐτὸ ἔπραξαν καὶ πᾶσαι αἱ λοιπαὶ Ὀρθόδοξοι Ἐκκλησίαι.