Ἔτι δὲ τὰ ἄλλα ὅσα παρὰ Κανόνας ἄθεσμα ἐκείνων συγκατατεθεῖσαν καὶ στέρξασαν καὶ ὅτι ὁ Κυζίκου Μητροφάνης λῃστρικῶς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἥρπασε, συναινέσασαν τοῖς τε αἱρετικοῖς καὶ τῷ εἰρῃμένῳ Πάπᾳ καὶ Βασιλεῖ τῶν Ῥωμαίων Παλαιολόγῳ τῷ λατινόφρονι, τοὺς μὲν πιστούς τε καὶ Ὀρθοδόξους ἀπειλοῦντι, διώκοντι, τυραννοῦντι, ἐπιτιμοῦντι, τοὺς δ’ ἀπίστους καὶ κακοδόξους προσκαλοῦντι, τιμῶντι ὡς καὶ ἀναβιβάζοντι, τοὺς τῆς ἑαυτοῦ αἱρέσεως σύμφρονας καὶ ὑπὲρ ἐκ περισσοῦ μάλιστα περιποιουμένῳ τούτους κατ’ ἀντιπάθειαν τῆς Ὀρθοδοξίας καὶ εὐσεβείας. Ὡς ἐκ τούτου τοῦ τρόπου καὶ Μητροπολιτίδια βέβηλα καὶ μικρὰ Ἐπισκοπίδια πανταχοῦ, εἰς τοὺς θείους καὶ ἁγίους θρόνους τῆς Ἁγίας Μεγάλης Ἐκκλησίας Κωνσταντινουπόλεως προτρέψας, ὡς ἀπὸ τῆς ἑαυτοῦ τάχα ἐνορίας ὑποκειμένους.
Ἔδειξεν ὅμως ὁ εἰρημένος πανιερώτατος Μητροπολίτης Κύριος Ἀρσένιος τῆς ἁγιωτάτης Μητροπόλεως μεγάλης Καισαρείας Καππαδοκίας, πρωτόθρονός τε καὶ ἔξαρχος πάσης Ἀνατολῆς, ὡς οὐ μόνον πρὸς τὰς ἄλλας Ἐκκλησίας ὁ Μητροφάνης Πατριάρχης τὰς παρανόμους χειροτονίας προτρέψας λατινοφρόνοις, ἀλλ’ ἤδη καὶ πρὸς τὰς τῆς ἐπαρχίας τῆς Ἀνατολῆς ἁπάσης τέσσαρα ὁ ἀχειροτόνητος κεχειροτόνηκε Μητροπολιτίδια καὶ Ἐπισκοπίδια, πρός τε τὴν Ἀμάσειαν δηλονότι, Νεοκαισάρειαν, Τύανα καὶ Μακισόν, τὰ τῶν Λατίνων πάντα φρονοῦντα καὶ πράττοντα, ἃ καὶ οὐ μόνον ἐντεῦθεν τὴν ἑαυτῶν ἀνεχόμεθα φθορὰν καὶ ἀπώλειαν, ἀλλά γε μετὰ τὴν τοῦ Χριστοῦ ποίμνην ἅπαντας ἐκεῖσε Χριστιανοὺς οὕτως ἀπατῶντα καὶ διαφθείροντα καὶ πολλὰ τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ σκάνδαλα προξενοῦντα.
Διὰ τοῦτο ὁ εὐσεβὴς καὶ πιστότατος καὶ τῆς Ὀρθοδοξίας πάσης ὑπέρμαχός τε καὶ ζηλωτὴς οὑτοσὶ ὁ εἰρημένος Μητροπολίτης Καισαρείας ἠξίωσε συνοδικὴν λαβεῖν γνώμην παρ’ ἡμῶν τῶν τριῶν Ὀρθοδόξων Ἀρχιερέων, ὅπως ἀποσοβήσῃ τοὺς μὴ ὀρθῶς φρονοῦντας ἐκ πάσης τῆς ἐπαρχίας αὐτοῦ καὶ ὡς ὅτι πρωτογενέστερος οὗτος καὶ Ὀρθόδοξος· ἔνθεν τοι καὶ ὁρίζομεν ἡμεῖς συνοδικῶς ἀποφαινόμενοι ἐν τῷ ὀνόματι τῆς ὁμοουσίου καὶ ζωαρχικῆς καὶ ἀδιαιρέτου Ἁγίας Τριάδος, τοὺς μὴ δι’ ἀρετὴν εὐσεβείας χειροτονηθέντας Μητροπολίτας τε καὶ Ἐπισκόπους πανταχοῦ, προσέτι δὲ καὶ Ἡγουμένους ὁμοῦ καὶ πνευματικοὺς τάχα.